katapi New Study Bible - select-a-version

DB1 << >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

Going to Law before Unbelievers  1Cor.6.1-11

1Τολμᾷ τις ὑμῶν πρᾶγμα ἐχων πρὸς τὸν ἑτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἀγίων; 2ἢ οὐκ οἰδατε ὅτι οἱ ἀγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3οὐκ οἰδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; 4βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἐχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετὲ; 5πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὑτως οὐκ ἐνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; 6ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;

7ἠδη μὲν οὖν ὁλως ἡττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἐχετε μεθ' ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθὲ διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθὲ; 8ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς.

9ἢ οὐκ οἰδατε ὅτι ἀδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὐτε πόρνοι οὐτε εἰδωλολάτραι οὐτε μοιχοὶ οὐτε μαλακοὶ οὐτε ἀρσενοκοῖται 10οὐτε κλέπται οὐτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἀρπαγες βασιλείαν θεοῦ κληρονομήσουσιν. 11καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.

Glorify God in Your Body  1Cor.6.12-20

12Πάντα μοι ἐξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. πάντα μοι ἐξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14ὁ δὲ θεὸς καὶ τὸν κύριον ἠγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15οὐκ οἰδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἀρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλὴ μὴ γένοιτο. 16 [ Gn.2.24. ] οὐκ οἰδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18φεύγετε τὴν πορνείαν· πᾶν ἀμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἰδιον σῶμα ἀμαρτάνει. 19ἢ οὐκ οἰδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἀγίου πνεύματός ἐστιν, οὗ ἐχετε ἀπὸ θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.


<< | ΚΟΡα:6 | >>

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.