katapi New Study Bible - select-a-version

DB1 << katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

Fellow Workmen for God  1Cor.3.1-23

1Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. 2γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὐπω γὰρ ἐδύνασθε. ἀλλ' οὐδὲ ἐτι νῦν δύνασθε, 3ἐτι γὰρ σαρκικοί ἐστε. ὁπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἐρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτὲ; 4ὁταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἑτερος δέ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστὲ;

5τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δῖ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἐδωκεν. 6ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὐξανεν· 7ὡστε οὐτε ὁ φυτεύων ἐστίν τι οὐτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός. 8ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἑν εἰσιν, ἑκαστος δὲ τὸν ἰδιον μισθὸν λήμψεται κατὰ τὸν ἰδιον κόπον. 9θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.

10Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἐθηκα, ἀλλος δὲ ἐποικοδομεῖ. ἑκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11θεμέλιον γὰρ ἀλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὁς ἐστιν Ἰησοῦς Χριστός. 12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἀργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13ἑκάστου τὸ ἐργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἐργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει. 14εἰ τινος τὸ ἐργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15εἰ τινος τὸ ἐργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὑτως δὲ ὡς διὰ πυρός.

16οὐκ οἰδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17εἰ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἀγιός ἐστιν, οἱτινές ἐστε ὑμεῖς.

18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἰ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. 19 [ Jb.5.13. ] ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ,

Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· 20 [ Ps.94.11. ] καὶ πάλιν,
Kύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. 21ὡστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, 22εἰτε Παῦλος εἰτε Ἀπολλῶς εἰτε Κηφᾶς εἰτε κόσμος εἰτε ζωὴ εἰτε θάνατος εἰτε ἐνεστῶτα εἰτε μέλλοντα, πάντα ὑμῶν, 23ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.
<< | ΚΟΡα:3 |

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.