1Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. 2γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὐπω γὰρ ἐδύνασθε. ἀλλ' οὐδὲ ἐτι νῦν δύνασθε, 3ἐτι γὰρ σαρκικοί ἐστε. ὁπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἐρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτὲ; 4ὁταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἑτερος δέ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστὲ;
5τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δῖ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἐδωκεν. 6ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὐξανεν· 7ὡστε οὐτε ὁ φυτεύων ἐστίν τι οὐτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός. 8ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἑν εἰσιν, ἑκαστος δὲ τὸν ἰδιον μισθὸν λήμψεται κατὰ τὸν ἰδιον κόπον. 9θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.
10Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἐθηκα, ἀλλος δὲ ἐποικοδομεῖ. ἑκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11θεμέλιον γὰρ ἀλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὁς ἐστιν Ἰησοῦς Χριστός. 12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἀργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13ἑκάστου τὸ ἐργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἐργον ὁποῖόν ἐστιν τὸ πῦρ δοκιμάσει. 14εἰ τινος τὸ ἐργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15εἰ τινος τὸ ἐργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὑτως δὲ ὡς διὰ πυρός.
16οὐκ οἰδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17εἰ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἀγιός ἐστιν, οἱτινές ἐστε ὑμεῖς.
18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἰ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. 19 [ Jb.5.13. ] ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ,
<< | ΚΟΡα:3 | |
---|