new study biblekatapi logoselect-a-version

| DB1 | | | (not working yet!!) |
NEW TESTAMENT (GNT) | about ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | search--->| in verses | select-|2|-versions | notes

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α


  1.

1Παῦλος
κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ,
καὶ Σσθένης ὁ ἀδελφός,
2τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὐσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἀγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὀνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντ ὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν· 3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

4Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, 5ὁτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, 6καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, 7ὡστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 8ὃς καὶ βεβαιώσει ὑμᾶς ἑως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ]. 9πιστὸς ὁ θεὸς δῖ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.

10Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 11ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἐριδες ἐν ὑμῖν εἰσιν. 12λέγω δὲ τοῦτο, ὅτι ἑκαστος ὑμῶν λέγει, Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ. 13μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὀνομα Παύλου ἐβαπτίσθητὲ; 14εὐχαριστῶ [τῷ θεῷ μου] ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, 15ἵνα μή τις εἰπῃ ὅτι εἰς τὸ ἐμὸν ὀνομα ἐβαπτίσθητε. 16ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἰ τινα ἀλλον ἐβάπτισα. 17οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

18Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. 19γέγραπται γάρ,

Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν,
καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
20ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτοὺ οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμοὺ; 21ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἐγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἑλληνες σοφίαν ζητοῦσιν, 23ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ἐθνεσιν δὲ μωρίαν, 24αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἑλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν· 25ὁτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων.

26Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, τὰ μὴ ὀντα, ἵνα τὰ ὀντα καταργήσῃ, 29ὁπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. 30ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἀγιασμὸς καὶ ἀπολύτρωσις, 31ἵνα καθὼς γέγραπται, Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω.


  2.

1Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ. 2οὐ γὰρ ἐκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν - καὶ τοῦτον ἐσταυρωμένον. 3κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, 4καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖ[ς] σοφίας [λόγοις] ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, 5ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ' ἐν δυνάμει θεοῦ.

6Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· 7ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· 8ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἐγνωκεν, εἰ γὰρ ἐγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. 9ἀλλὰ καθὼς γέγραπται,

Ἅ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,
ἂ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
10ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος· τὸ γὰρ Πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. 11τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὑτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἐγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ θεοῦ. 12ἡμεῖς δὲ οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· 13ἂ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἄνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. 14ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται· 15ὁ δὲ πνευματικὸς ἀνακρίνει [τὰ] πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. 16τίς γὰρ ἔγνω νοῦν κυρίου,
ὃς συμβιβάσει αὐτόν;
ἡμεῖς δὲ νοῦν Χριστοῦ ἐχομεν.
  3.

1Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. 2γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὐπω γὰρ ἐδύνασθε. ἀλλ' οὐδὲ ἐτι νῦν δύνασθε, 3ἐτι γὰρ σαρκικοί ἐστε. ὁπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἐρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτὲ; 4ὁταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἑτερος δέ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστὲ; 5τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δῖ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἐδωκεν. 6ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὐξανεν· 7ὡστε οὐτε ὁ φυτεύων ἐστίν τι οὐτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός. 8ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἑν εἰσιν, ἑκαστος δὲ τὸν ἰδιον μισθὸν λήμψεται κατὰ τὸν ἰδιον κόπον. 9θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.

10Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἐθηκα, ἀλλος δὲ ἐποικοδομεῖ. ἑκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11θεμέλιον γὰρ ἀλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὁς ἐστιν Ἰησοῦς Χριστός. 12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἀργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13ἑκάστου τὸ ἐργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἐργον ὁποῖόν ἐστιν τὸ πῦρ [αὐτὸ] δοκιμάσει. 14εἰ τινος τὸ ἐργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15εἰ τινος τὸ ἐργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὑτως δὲ ὡς διὰ πυρός.

16οὐκ οἰδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17εἰ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἀγιός ἐστιν, οἱτινές ἐστε ὑμεῖς.

18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἰ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. 19ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ,

Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· 20καὶ πάλιν,
Kύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. 21ὡστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, 22εἰτε Παῦλος εἰτε Ἀπολλῶς εἰτε Κηφᾶς εἰτε κόσμος εἰτε ζωὴ εἰτε θάνατος εἰτε ἐνεστῶτα εἰτε μέλλοντα, πάντα ὑμῶν, 23ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.
  4.

1Οὑτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. 2ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. 3ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἄνθρωπίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω· 4οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. 5ὡστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἑως ἂν ἐλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἐπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.

6Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δῖ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ἂ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 7τίς γάρ σε διακρίνεὶ τί δὲ ἐχεις ὃ οὐκ ἐλαβες; εἰ δὲ καὶ ἐλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; 8ἠδη κεκορεσμένοι ἐστέ· ἠδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὀφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 9δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἐνδοξοι, ἡμεῖς δὲ ἀτιμοι. 11ἀχρι τῆς ἀρτι ὡρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἑως ἀρτι.

14Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ[ν]· 15ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἐχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. 17διὰ τοῦτο ἐπεμψα ὑμῖν Τιμόθεον, ὁς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ [Ἰησοῦ], καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκ λησίᾳ διδάσκω. 18ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· 19ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, 20οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ' ἐν δυνάμει. 21τί θέλετὲ ἐν ῥάβδῳ ἐλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;


  5.

1Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἡτις οὐδὲ ἐν τοῖς ἐθνεσιν, ὡστε γυναῖκά τινα τοῦ πατρὸς ἐχειν. 2καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἐργον τοῦτο πράξας; 3ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἠδη κέκρικα ὡς παρὼν τὸν οὑτως τοῦτο κατεργασάμενον 4ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ, 5παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὀλεθρον τῆς σαρκός, ἵνα τὸ Πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. 6Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἰδατε ὅτι μικρὰ ζύμη ὁλον τὸ φύραμα ζυμοῖ; 7ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἀζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός· 8ὡστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

9Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἀρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἀρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11νῦν δὲ ἐγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἀρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12τί γάρ μοι τοὺς ἐξω κρίνειν; οὐχὶ τοὺς ἐσω ὑμεῖς κρίνετὲ; 13τοὺς δὲ ἐξω ὁ θεὸς κρινεῖ. ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.


  6.

1Τολμᾷ τις ὑμῶν πρᾶγμα ἐχων πρὸς τὸν ἑτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἀγίων; 2ἢ οὐκ οἰδατε ὅτι οἱ ἀγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3οὐκ οἰδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; 4βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἐχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετὲ; 5πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὑτως οὐκ ἐνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; 6ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7ἠδη μὲν [οὖν] ὁλως ἡττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἐχετε μεθ' ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθὲ διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθὲ; 8ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς. 9ἢ οὐκ οἰδατε ὅτι ἀδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὐτε πόρνοι οὐτε εἰδωλολάτραι οὐτε μοιχοὶ οὐτε μαλακοὶ οὐτε ἀρσενοκοῖται 10οὐτε κλέπται οὐτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἀρπαγες βασιλείαν θεοῦ κληρονομήσουσιν. 11καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.

12Πάντα μοι ἐξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. πάντα μοι ἐξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14ὁ δὲ θεὸς καὶ τὸν κύριον ἠγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15οὐκ οἰδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἀρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλὴ μὴ γένοιτο. 16[ἢ] οὐκ οἰδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18φεύγετε τὴν πορνείαν· πᾶν ἀμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἰδιον σῶμα ἀμαρτάνει. 19ἢ οὐκ οἰδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἀγίου πνεύματός ἐστιν, οὗ ἐχετε ἀπὸ θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.


  7.

1Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἀπτεσθαι· 2διὰ δὲ τὰς πορνείας ἑκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἰδιον ἀνδρα ἐχέτω. 3τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. 4ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. 5μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. 6τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. 7θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἑκαστος ἰδιον ἐχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὑτως, ὁ δὲ οὑτως.

8Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· 9εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι. 10τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι 11- ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἀγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω - καὶ ἀνδρα γυναῖκα μὴ ἀφιέναι. 12Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἰ τις ἀδελφὸς γυναῖκα ἐχει ἀπιστον, καὶ αὑτη συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· 13καὶ γυνὴ εἰ τις ἐχει ἀνδρα ἀπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω τὸν ἀνδρα. 14ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἀπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἀπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἀρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἀγιά ἐστιν. 15εἰ δὲ ὁ ἀπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ θεός. 16τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἀνδρα σώσεις; ἢ τί οἶδας, ἀνερ, εἰ τὴν γυναῖκα σώσεις; 17Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ κύριος, ἑκαστον ὡς κέκληκεν ὁ θεός, οὑτως περιπατείτω· καὶ οὑτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 18περιτετμημένος τις ἐκλήθὴ μὴ ἐπισπάσθω. ἐν ἀκροβυστίᾳ κέκληταί τις; μὴ περιτεμνέσθω. 19ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 20ἑκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω. 21δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. 22ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 23τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24ἑκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.

25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἐχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. 26Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὑτως εἶναι. 27δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. 28ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἡμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἡμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἑξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. 29τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἐχοντες γυναῖκας ὡς μὴ ἐχοντες ὦσιν, 30καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, 31καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. 32θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἀγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· 33ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, 34καὶ μεμέρισται. καὶ ἡ γυνὴ ἡ ἀγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἀγία [καὶ] τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρές ῃ τῷ ἀνδρί. 35τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὐσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως. 36Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὑτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἀμαρτάνει· γαμείτωσαν. 37ὃς δὲ ἑστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἐχων ἀνάγκην, ἐξουσίαν δὲ ἐχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ π αρθένον, καλῶς ποιήσει· 38ὡστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει. 39Λυνὴ δέδεται ἐφ' ὁσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. 40μακαριωτέρα δέ ἐστιν ἐὰν οὑτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ δὲ κἀγὼ Πνεῦμα θεοῦ ἐχειν.


  8.

1Περὶ δὲ τῶν εἰδωλοθύτων, οἰδαμεν ὅτι πάντες γνῶσιν ἐχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. 2εἰ τις δοκεῖ ἐγνωκέναι τι, οὐπω ἐγνω καθὼς δεῖ γνῶναι· 3εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἐγνωσται ὑπ' αὐτοῦ. 4Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἰδαμεν ὅτι οὐδὲν εἰδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς. 5καὶ γὰρ εἰπερ εἰσὶν λεγόμενοι θεοὶ εἰτε ἐν οὐρανῷ εἰτε ἐπὶ γῆς, ὡσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, 6ἀλλ' ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δῖ οὗ τὰ πάντα καὶ ἡμεῖς δῖ αὐτοῦ. 7Ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνηθείᾳ ἑως ἀρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. 8βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· οὐτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα, οὐτε ἐὰν φάγωμεν περισσεύομεν. 9βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὑτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν. 10ἐὰν γάρ τις ἰδῃ σὲ τὸν ἐχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὀντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς δῖ ὃν Χριστὸς ἀπέθανεν. 12οὑτως δὲ ἀμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἀμαρτάνετε. 13διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.


  9.

1Οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακὰ οὐ τὸ ἐργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; 2εἰ ἀλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. 3Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὑτη. 4μὴ οὐκ ἐχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν; 5μὴ οὐκ ἐχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; 6ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἐχομεν ἐξουσίαν μὴ ἐργάζεσθαὶ; 7τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίεὶ ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίεὶ; 8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ, ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγεὶ; 9ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται, Οὐ κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ; 10ἢ δῖ ἡμᾶς πάντως λέγεὶ δῖ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν. 11εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12εἰ ἀλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. 13οὐκ οἰδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι [τὰ] ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονταὶ; 14οὑτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν. 15ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. οὐκ ἐγραψα δὲ ταῦτα ἵνα οὑτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἠ - τὸ καύχημά μου οὐδεὶς κενώσει. 16ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἐστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι. 17εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἐχω· εἰ δὲ ἀκων, οἰκονομίαν πεπίστευμαι. 18τίς οὖν μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. 19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21τοῖς ἀνόμοις ὡς ἀνομος, μὴ ὢν ἀνομος θεοῦ ἀλλ' ἐννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους· 22ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω. 23πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι. 24Οὐκ οἰδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὑτως τρέχετε ἵνα καταλάβητε. 25πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἀφθαρτον. 26ἐγὼ τοίνυν οὑτως τρέχω ὡς οὐκ ἀδήλως, οὑτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· 27ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἀλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.


  10.

1Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, 2καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, 3καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἐφαγον, 4καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἐπιον πόμα· ἐπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός. 5ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. 6ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὡσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. 8μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἐπεσαν μιᾷ ἡμέρᾳ εἰκοσι τρεῖς χιλιάδες. 9μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὀφεων ἀπώλλυντο. 10μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν. 12ὡστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. 13πειρασμὸς ὑμᾶς οὐκ εἰληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἐκβασιν τοῦ δύνα σθαι ὑπενεγκεῖν.

14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὁ φημι. 16τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἱματος τοῦ Χριστοῦ; τὸν ἀρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17ὁτι εἷς ἀρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἀρτου μετέχομεν. 18βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19τί οὖν φημὶ ὅτι εἰδωλόθυτόν τί ἐστιν; ἢ ὅτι εἰδωλόν τί ἐστιν; 20ἀλλ' ὅτι ἂ θύουσιν, δαιμονίοις καὶ οὐ θεῷ [θύουσιν], οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

23Πάντα ἐξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. πάντα ἐξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. 24μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου. 25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, 26τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27εἰ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28ἐὰν δέ τις ὑμῖν εἰπῃ, Τοῦτο ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δῖ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν - 29συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἀλλης συνειδήσεως; 30εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; 31εἰτε οὖν ἐσθίετε εἰτε πίνετε εἰτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. 32ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἑλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, 33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.


  11.

1μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

2Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. 3θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός. 4πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἐχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· 5πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. 6εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. 7ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. 8οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· 9καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἀνδρα. 10διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἐχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11πλὴν οὐτε γυνὴ χωρὶς ἀνδρὸς οὐτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ· 12ὡσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὑτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. 13ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαὶ; 14οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν, 15γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται [αὐτῇ]. 16Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἐχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.

17Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε. 18πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα [καὶ] οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἐστιν κυριακὸν δεῖπνον φαγεῖν, 21ἑκαστος γὰρ τὸ ἰδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22μὴ γὰρ οἰκίας οὐκ ἐχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἐχοντας; τί εἰπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. 23Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου,
ὃ καὶ παρέδωκα ὑμῖν,
ὅτι ὁ κύριος Ἰησοῦς
ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο ἐλαβεν ἀρτον 24καὶ εὐχαριστήσας
ἐκλασεν καὶ εἶπεν,
Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν·
τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25ὡσαύτως
καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων,
Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἱματι·
τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἀρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἀχρις οὗ ἐλθῃ. 27Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἀρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἐνοχος ἐσται τοῦ σώματος καὶ τοῦ αἱματος τοῦ κυρίου. 28δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὑτως ἐκ τοῦ ἀρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29ὁ γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα. 30διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἀρρωστοι καὶ κοιμῶνται ἱκανοί. 31εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· 32κρινόμενοι δὲ ὑπὸ [τοῦ] κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. 33ὡστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. 34εἰ τις πεινᾷ, ἐν οἰκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἐλθω διατάξομαι.


  12.

1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 2Οἰδατε ὅτι ὅτε ἐθνη ἦτε πρὸς τὰ εἰδωλα τὰ ἀφωνα ὡς ἂν ἠγεσθε ἀπαγόμενοι. 3διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει, Ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν, Κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἀγίῳ.

4Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· 5καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· 6καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 8ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἀλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, 9ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἀλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι, 10ἀλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἀλλῳ [δὲ] προφητεία, ἀλλῳ [δὲ] διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἀλλῳ δὲ ἑρμηνεία γλωσσῶν· 11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

12Καθάπερ γὰρ τὸ σῶμα ἑν ἐστιν καὶ μέλη πολλὰ ἐχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὀντα ἑν ἐστιν σῶμα, οὑτως καὶ ὁ Χριστός· 13καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἰτε Ἰουδαῖοι εἰτε Ἑλληνες, εἰτε δοῦλοι εἰτε ἐλεύθεροι, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν. 14καὶ γὰρ τὸ σῶμα οὐκ ἐστιν ἓν μέλος ἀλλὰ πολλά. 15ἐὰν εἰπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἐστιν ἐκ τοῦ σώματος· 16καὶ ἐὰν εἰπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἐστιν ἐκ τοῦ σώματος· 17εἰ ὁλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὁλον ἀκοή, ποῦ ἡ ὀσφρησις; 18νυνὶ δὲ ὁ θεὸς ἐθετο τὰ μέλη, ἓν ἑκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμὰ; 20νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. 21οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἐχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, Χρείαν ὑμῶν οὐκ ἐχω· 22ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, 23καὶ ἂ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἐχει, 24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἐχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν, 25ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη. 26καὶ εἰτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἰτε δοξάζεται [ἓν] μέλος, συγχαίρει πάντα τὰ μέλη. 27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28καὶ οὓς μὲν ἐθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἐπειτα δυνάμεις, ἐπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γέν η γλωσσῶν. 29μὴ πάντες ἀπόστολοὶ; μὴ πάντες προφῆταὶ; μὴ πάντες διδάσκαλοὶ; μὴ πάντες δυνάμεις; 30μὴ πάντες χαρίσματα ἐχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 31ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα.

Καὶ ἐτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.


  13.
1Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων,
ἀγάπην δὲ μὴ ἐχω,
γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.

2καὶ ἐὰν ἐχω προφητείαν
καὶ εἰδῶ τὰ μυστήρια πάντα
καὶ πᾶσαν τὴν γνῶσιν,
καὶ ἐὰν ἐχω πᾶσαν τὴν πίστιν
ὡστε ὀρη μεθιστάναι,
ἀγάπην δὲ μὴ ἐχω,
οὐθέν εἰμι.

3κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου,
καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι,
ἀγάπην δὲ μὴ ἐχω,
οὐδὲν ὠφελοῦμαι.

4Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη,
οὐ ζηλοῖ, [ἡ ἀγάπη] οὐ περπερεύεται, οὐ φυσιοῦται,
5οὐκ ἀσχημονεῖ,
οὐ ζητεῖ τὰ ἑαυτῆς,
οὐ παροξύνεται,
οὐ λογίζεται τὸ κακόν,
6οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ,
συγχαίρει δὲ τῇ ἀληθείᾳ·
7πάντα στέγει,
πάντα πιστεύει,
πάντα ἐλπίζει,
πάντα ὑπομένει.

8Ἡ ἀγάπη οὐδέποτε πίπτει.
εἰτε δὲ προφητεῖαι, καταργηθήσονται·
εἰτε γλῶσσαι, παύσονται·
εἰτε γνῶσις, καταργηθήσεται.
9ἐκ μέρους γὰρ γινώσκομεν
καὶ ἐκ μέρους προφητεύομεν·
10ὁταν δὲ ἐλθῃ τὸ τέλειον,
τὸ ἐκ μέρους καταργηθήσεται.

11ὅτε ἠμην νήπιος,
ἐλάλουν ὡς νήπιος,
ἐφρόνουν ὡς νήπιος,
ἐλογιζόμην ὡς νήπιος·
ὅτε γέγονα ἀνήρ,
κατήργηκα τὰ τοῦ νηπίου.
12βλέπομεν γὰρ ἀρτι δῖ ἐσόπτρου ἐν αἰνίγματι,
τότε δὲ πρόσωπον πρὸς πρόσωπον·
ἀρτι γινώσκω ἐκ μέρους,
τότε δὲ ἐπιγνώσομαι
καθὼς καὶ ἐπεγνώσθην.

13νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη,
τὰ τρία ταῦτα·
μείζων δὲ τούτων ἡ ἀγάπη.


  14.

1Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 6Νῦν δέ, ἀδελφοί, ἐὰν ἐλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ [ἐν] διδαχῇ; 7ὁμως τὰ ἀψυχα φωνὴν διδόντα, εἰτε αὐλὸς εἰτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8καὶ γὰρ ἐὰν ἀδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9οὑτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὐσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἐσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἀφωνον· 11ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἐσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12οὑτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 13διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14ἐὰν [γὰρ] προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἀκαρπός ἐστιν. 15τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; 17σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἑτερος οὐκ οἰκοδομεῖται. 18εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ· 19ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἀλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.

20Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21ἐν τῷ νόμῳ γέγραπται ὅτι

Ἐν ἑτερογλώσσοις
καὶ ἐν χείλεσιν ἑτέρων
λαλήσω τῷ λαῷ τούτῳ,
καὶ οὐδ'
οὕτως εἰσακούσονταί μου,
λέγει κύριος. 22ὡστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὁλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἀπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθὲ; 24ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἀπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὑτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.

26Τί οὖν ἐστιν, ἀδελφοί; ὁταν συνέρχησθε, ἑκαστος ψαλμὸν ἐχει, διδαχὴν ἐχει, ἀποκάλυψιν ἐχει, γλῶσσαν ἐχει, ἑρμηνείαν ἐχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27εἰτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἀλλοι διακρινέτωσαν· 30ἐὰν δὲ ἀλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31δύνασθε γὰρ καθ' ἑνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται, 32καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται· 33οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης. Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἀγίων,

34αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. 35εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἰκῳ τοὺς ἰδίους ἀνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ. 36ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;

37Εἰ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἂ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐντολή· 38εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται.

39ὡστε, ἀδελφοί [μου], ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις· 40πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.


  15.

1Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, 2δῖ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. 3παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἀμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, 4καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς, 5καὶ ὅτι ὠφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· 6ἐπειτα ὠφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἑως ἀρτι, τινὲς δὲ ἐκοιμήθησαν· 7ἐπειτα ὠφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 8ἐσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὠφθη κἀμοί. 9Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· 10χάριτι δὲ θεοῦ εἰμι ὁ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ [ἡ] σὺν ἐμοί. 11εἰτε οὖν ἐγὼ εἰτε ἐκεῖνοι, οὑτως κηρύσσομεν καὶ οὑτως ἐπιστεύσατε.

12Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἐστιν; 13εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἐστιν, οὐδὲ Χριστὸς ἐγήγερται· 14εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἀρα [καὶ] τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν, 15εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἠγειρεν τὸν Χριστόν, ὃν οὐκ ἠγειρεν εἰπερ ἀρα νεκροὶ οὐκ ἐγείρονται. 16εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· 17εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἐτι ἐστὲ ἐν ταῖς ἀμαρτίαις ὑμῶν. 18ἀρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.

20Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. 21ἐπειδὴ γὰρ δῖ ἀνθρώπου θάνατος, καὶ δῖ ἀνθρώπου ἀνάστασις νεκρῶν· 22ὡσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὑτως καὶ ἐν τῷ Χριστῷ πάντες ῳοποιηθήσονται. 23ἑκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἐπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· 24εἶτα τὸ τέλος, ὁταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὁταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. 25δεῖ γὰρ αὐτὸν βασιλεύειν ἀχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26ἐσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· 27πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὁταν δὲ εἰπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28ὁταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε [καὶ] αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς [τὰ] πάντα ἐν πᾶσιν.

29Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὁλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; 30τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὡραν; 31καθ' ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, [ἀδελφοί,] ἣν ἐχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. 32εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὀφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται,

Φάγωμεν καὶ πίωμεν,
αὔριον γὰρ ἀποθνῄσκομεν.
33μὴ πλανᾶσθε·
Φθείρουσιν ἠθη χρηστὰ ὁμιλίαι κακαί. 34ἐκνήψατε δικαίως καὶ μὴ ἀμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἐχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.

35Ἀλλὰ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἐρχονταὶ; 36ἀφρων, σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἠ τινος τῶν λοιπῶν· 38ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἰδιον σῶμα. 39οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἀλλη μὲν ἀνθρώπων, ἀλλη δὲ σὰρξ κτηνῶν, ἀλλη δὲ σὰρξ πτηνῶν, ἀλλη δὲ ἰχθύων. 40καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41ἀλλη δόξα ἡλίου, καὶ ἀλλη δόξα σελήνης, καὶ ἀλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. 42Οὑτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. εἰ ἐστιν σῶμα ψυχικόν, ἐστιν καὶ πνευματικόν. 45οὑτως καὶ γέγραπται, Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἐσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. 46ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἐπειτα τὸ πνευματικόν. 47ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ. 48οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

50Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, 52ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἀφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54ὁταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος,

Kατεπόθη ὁ θάνατος εἰς νῖκος.
55ποῦ σου, θάνατε, τὸ νῖκοσ;
ποῦ σου, θάνατε, τὸ κέντρον;
56τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἀμαρτία, ἡ δὲ δύναμις τῆς ἀμαρτίας ὁ νόμος· 57τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 58Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἐργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἐστιν κενὸς ἐν κυρίῳ.
  16.

1Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἀγίους, ὡσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὑτως καὶ ὑμεῖς ποιήσατε. 2κατὰ μίαν σαββάτου ἑκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων ὁ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὁταν ἐλθω τότε λογεῖαι γίνωνται. 3ὁταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δῖ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· 4ἐὰν δὲ ἀξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. 5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὁταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι· 6πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 7οὐ θέλω γὰρ ὑμᾶς ἀρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ. 8ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἑως τῆς πεντηκοστῆς· 9θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.

10Ἐὰν δὲ ἐλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἐργον κυρίου ἐργάζεται ὡς κἀγώ· 11μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἐλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. 12Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἐλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἐλθῃ, ἐλεύσεται δὲ ὁταν εὐκαιρήσῃ.

13Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· 14πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.

15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἰδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἀγίοις ἐταξαν ἑαυτούς· 16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, 18ἀνέπαυσαν γὰρ τὸ ἐμὸν Πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.

19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ' οἶκον αὐτῶν ἐκκλησίᾳ. 20ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγίῳ.

21Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22εἰ τις οὐ φιλεῖ τὸν κύριον, ἠτω ἀνάθεμα.

Μαρανα θα. 23ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ' ὑμῶν. 24ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.