|
| 12 |
New English Bible (New Testament) |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
| 35 | 'Be ready for action, with belts fastened and lamps alight. | Watchful Servants Lk.12.35-48 (Judaea) | Mt.24.45-51 | Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, |
|
| 36 | Be like men who wait for their master's return from a wedding-party, ready to let him in the moment he arrives and knocks. | | καὶ ὑμεῖς ὁμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. |
|
| 37 | Happy are those servants whom the master finds on the alert when he comes. I tell you this: he will fasten his belt, seat them at table, and come and wait on them. | | μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. |
|
| 38 | Even if it is the middle of the night or before dawn when he comes, happy they if he finds them alert. | | κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἐλθῃ καὶ εὑρῃ οὑτως, μακάριοί εἰσιν ἐκεῖνοι. |
|
| 39 | And remember, if the householder had known what time the burglar was coming he would not have let his house be broken into. | | τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾐδει ὁ οἰκοδεσπότης ποίᾳ ὡρᾳ ὁ κλέπτης ἐρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ. |
|
| 40 | Hold yourselves ready, then, because the Son of Man is coming at the time you least expect him.'
| | καὶ ὑμεῖς γίνεσθε ἑτοιμοι, ὅτι ᾗ ὡρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἐρχεται. |
|
| 41 | Peter said, 'Lord, do you intend this parable specially for us or is it for everyone?' | | Εἶπεν δὲ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; |
|
| 42 | The Lord said, 'Well, who is the trusty and sensible man whom his master will appoint as his steward, to manage his servants and issue their rations at the proper time? | | καὶ εἶπεν ὁ κύριος, Τίς ἀρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; |
|
| 43 | Happy that servant who is found at his task when his master comes! | | μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὑτως· |
|
| 44 | I tell you this: he will be put in charge of all his master's property. | | ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. |
|
| 45 | But if that servant says to himself, "The master is a long time coming", and begins to bully the menservants and maids, and eat and drink and get drunk; | | ἐὰν δὲ εἰπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἐρχεσθαι, καὶ ἀρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκε σθαι, |
|
| 46 | then the master will arrive on a day that servant does not expect, at a time he does not know, and will cut him in pieces. Thus he will find his place among the faithless.
| | ἡξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὡρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. |
|
| 47 | 'The servant who knew his master's wishes, yet made no attempt to carry them out, will be flogged severely. | | ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· |
|
| 48 | But one who did not know them and earned a beating will be flogged less severely. Where a man has been given much, much will be expected of him; and the more a man has had entrusted to him the more he will be required to repay.
| | ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἀξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ' αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. |