|
12 |
katapi NEW STUDY BIBLE |
Passage |
New Testament in Greek (UBS.Ed.26) |
|
|
22 | Then a blind and dumb demoniac was brought to him, and he healed him, so that the dumb man spoke and saw. | Jesus and Beelzebul Mt.12.22-32 (Capernaum) | Mk.3.20-30 | Lk.11.14-23 | Lk.12.10 | Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὡστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν. |
|
23 | And all the people were amazed, and said, "Can this be the Son of David?" | | καὶ ἐξίσταντο πάντες οἱ ὀχλοι καὶ ἐλεγον, Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ; |
|
24 | But when the Pharisees heard it they said, "It is only by Beelzebul, the prince of demons, that this man casts out demons." | | οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἀρχοντι τῶν δαιμονίων. |
|
25 | Knowing their thoughts, he said to them, "Every kingdom divided against itself is laid waste, and no city or house divided against itself will stand; | | εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία μερισθεῖσα καθ' ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ' ἑαυτῆς οὐ σταθήσεται. |
|
26 | and if Satan casts out Satan, he is divided against himself; how then will his kingdom stand? | | καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ' ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; |
|
27 | And if I cast out demons by Beelzebul, by whom do your sons cast them out? Therefore they shall be your judges. | | καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἐσονται ὑμῶν. |
|
28 | But if it is by the Spirit of God that I cast out demons, then the kingdom of God has come upon you. | | εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἀρα ἐφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. |
|
29 | Or how can one enter a strong man's house and plunder his goods, unless he first binds the strong man? Then indeed he may plunder his house. | | ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἀρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. |
|
30 | He who is not with me is against me, and he who does not gather with me scatters. | | ὁ μὴ ὢν μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζει. |
|
31 | Therefore I tell you, every sin and blasphemy will be forgiven men, but the blasphemy against the Spirit will not be forgiven. | | Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἀμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. |
|
32 | And whoever says a word against the Son of man will be forgiven; but whoever speaks against the Holy Spirit will not be forgiven, either in this age or in the age to come. | | καὶ ὃς ἐὰν εἰπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἰπῃ κατὰ τοῦ πνεύματος τοῦ ἀγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐτε ἐν τούτῳ τῷ αἰῶνι οὐτε ἐν τῷ μέλλοντι. |