|
14 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
14 1 | Three years later, word came to Judas and his men that Demetrius, the son of Seleucus, had sailed into the harbour of Tripolis with a strong army and a fleet, | Alcimus speaks against Judas. 2Mace.14.1-10 | 1Mace.7.1-21 | Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου |
|
2 | and had taken possession of the country, having made away with Antiochus and his guardian Lysias. | | κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν. |
|
3 | Now a certain Alcimus, who had formerly been high priest but had wilfully defiled himself in the times of separation, realized that there was no way for him to be safe or to have access again to the holy altar, | | Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις, συννοήσας ὅτι καθ' ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος, |
|
4 | and went to King Demetrius in about the one hundred and fifty-first year, presenting to him a crown of gold and a palm, and besides these some of the customary olive branches from the temple. During that day he kept quiet. | | ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν. |
|
5 | But he found an opportunity that furthered his mad purpose when he was invited by Demetrius to a meeting of the council and was asked about the disposition and intentions of the Jews. He answered | | καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς, ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι, πρὸς ταῦτα ἔφη |
|
6 | "Those of the Jews who are called Hasideans, whose leader is Judas Maccabeus, are keeping up war and stirring up sedition, and will not let the kingdom attain tranquillity. | | Οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι, ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν. |
|
7 | Therefore I have laid aside my ancestral glory - I mean the high priesthood - and have now come here, | | ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν λέγω δὴ τὴν ἀρχιερωσύνην δεῦρο νῦν ἐλήλυθα |
|
8 | first because I am genuinely concerned for the interests of the king, and second because I have regard also for my fellow citizens. For through the folly of those whom I have mentioned our whole nation is now in no small misfortune. | | πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ. |
|
9 | Since you are acquainted, O king, with the details of this matter, deign to take thought for our country and our hard-pressed nation with the gracious kindness which you show to all. | | ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ' ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν. |
|
10 | For as long as Judas lives, it is impossible for the government to find peace." | | ἄχρι γὰρ Ιουδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα. |