| 7 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
| 7 1 | In the one hundred and fifty-first year Demetrius the son of Seleucus set forth from Rome, sailed with a few men to a city by the sea, and there began to reign. | The high priest Alcimus & the campaign of Nicanor. (161 BCE) 1Mace.7.1-50 | 2Mace.14.1-36 | 2Mace.15.1-36 | Ἔτους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ. |
| 2 | As he was entering the royal palace of his fathers, the army seized Antiochus and Lysias to bring them to him. | καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, καὶ συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ. | |
| 3 | But when this act became known to him, he said, "Do not let me see their faces!" | καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα, καὶ εἶπεν Μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν. | |
| 4 | So the army killed them, and Demetrius took his seat upon the throne of his kingdom. | καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισεν Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ. | |
| 5 | Then there came to him all the lawless and ungodly men of Israel; they were led by Alcimus, who wanted to be high priest. | καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ισραηλ, καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν. | |
| 6 | And they brought to the king this accusation against the people: " Judas and his brothers have destroyed all your friends, and have driven us out of our land. | καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες Ἀπώλεσεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν· | |
| 7 | Now then send a man whom you trust; let him go and see all the ruin which Judas has brought upon us and upon the land of the king, and let him punish them and all who help them." | νῦν οὖν ἀπόστειλον ἄνδρα, ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν πᾶσαν, ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς. | |
| 8 | So the king chose Bacchides, one of the king's friends, governor of the province Beyond the River; he was a great man in the kingdom and was faithful to the king. | καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ | |
| 9 | And he sent him, and with him the ungodly Alcimus, whom he made high priest; and he commanded him to take vengeance on the sons of Israel. | καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ισραηλ. | |
| 10 | So they marched away and came with a large force into the land of Judah; and he sent messengers to Judas and his brothers with peaceable but treacherous words. | καὶ ἀπῇρον καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ιουδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου. | |
| 11 | But they paid no attention to their words, for they saw that they had come with a large force. | καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν· εἶδον γὰρ ὅτι ἦλθαν μετὰ δυνάμεως πολλῆς. | |
| 12 | Then a group of scribes appeared in a body before Alcimus and Bacchides to ask for just terms. | καὶ ἐπισυνήχθησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια, | |
| 13 | The Hasideans were first among the sons of Israel to seek peace from them, | καὶ πρῶτοι οἱ Ασιδαῖοι ἦσαν ἐν υἱοῖς Ισραηλ καὶ ἐπεζήτουν παρ' αὐτῶν εἰρήνην· | |
| 14 | for they said, "A priest of the line of Aaron has come with the army, and he will not harm us." | εἶπον γάρ Ἄνθρωπος ἱερεὺς ἐκ σπέρματος Ααρων ἦλθεν ἐν ταῖς δυνάμεσιν καὶ οὐκ ἀδικήσει ἡμᾶς. | |
| 15 | And he spoke peaceable words to them and swore this oath to them, "We will not seek to injure you or your friends." | καὶ ἐλάλησεν μετ' αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων Οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν. | |
| 16 | So they trusted him; but he seized sixty of them and killed them in one day, in accordance with the word which was written, | καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον, ὃν ἔγραψεν αὐτόν | |
| 17 | "The flesh of your saints and their blood they poured out round about Jerusalem, and there was none to bury them." | Σάρκας ὁσίων σου καὶ αἷμα αὐτῶν ἐξέχεαν κύκλῳ Ιερουσαλημ, καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων. | |
| 18 | Then the fear and dread of them fell upon all the people, for they said, "There is no truth or justice in them, for they have violated the agreement and the oath which they swore." | καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος εἰς πάντα τὸν λαόν, ὅτι εἶπον Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις, παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον, ὃν ὤμοσαν. | |
| 19 | Then Bacchides departed from Jerusalem and encamped in Beth-zaith. And he sent and seized many of the men who had deserted to him, and some of the people, and killed them and threw them into a great pit. | καὶ ἀπῆρεν Βακχίδης ἀπὸ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βηθζαιθ καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετ' αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα. | |
| 20 | He placed Alcimus in charge of the country and left with him a force to help him; then Bacchides went back to the king. | καὶ κατέστησεν τὴν χώραν τῷ Ἀλκίμῳ καὶ ἀφῆκεν μετ' αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ· καὶ ἀπῆλθεν Βακχίδης πρὸς τὸν βασιλέα. | |
| 21 | Alcimus strove for the high priesthood, | καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης, | |