|
8 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
12 | Word came to Judas concerning Nicanor's invasion; and when he told his companions of the arrival of the army, | Judas learns of Nicanor's plans. 2Mace.8.12-20 | 1Mace.3.42-54 | τῷ δὲ Ιουδα προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐφόδου, καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου |
|
13 | those who were cowardly and distrustful of God's justice ran off and got away. | | οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ θεοῦ δίκην διεδίδρασκον ἑαυτοὺς καὶ ἐξετόπιζον. |
|
14 | Others sold all their remaining property, and at the same time besought the Lord to rescue those who had been sold by the ungodly Nicanor before he ever met them, | | οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους· |
|
15 | if not for their own sake, yet for the sake of the covenants made with their fathers, and because he had called them by his holy and glorious name. | | καὶ εἰ μὴ δι' αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας καὶ ἕνεκα τῆς ἐπ' αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ. |
|
16 | But Maccabeus gathered his men together, to the number six thousand, and exhorted them not to be frightened by the enemy and not to fear the great multitude of Gentiles who were wickedly coming against them, but to fight nobly, | | συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς πολεμίοις μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ' αὐτοὺς ἐθνῶν πολυπλήθειαν, ἀγωνίσασθαι δὲ γενναίως |
|
17 | keeping before their eyes the lawless outrage which the Gentiles had committed against the holy place, and the torture of the derided city, and besides, the overthrow of their ancestral way of life. | | πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπ' αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν. |
|
18 | "For they trust to arms and acts of daring," he said, "but we trust in the Almighty God, who is able with a single nod to strike down those who are coming against us and even the whole world." | | οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι θεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφ' ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταβαλεῖν, πεποίθαμεν. |
|
19 | Moreover, he told them of the times when help came to their ancestors; both the time of Sennacherib, when one hundred and eighty-five thousand perished, | | προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήμψεις καὶ τὴν ἐπὶ Σενναχηριμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο, |
|
20 | and the time of the battle with the Galatians that took place in Babylonia, when eight thousand in all went into the affair, with four thousand Macedonians; and when the Macedonians were hard pressed, the eight thousand, by the help that came to them from heaven, destroyed one hundred and twenty thousand and took much booty. | | καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γινομένην αὐτοῖς ἀπ' οὐρανοῦ βοήθειαν καὶ ὠφέλειαν πολλὴν ἔλαβον. |