| 3 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
| 42 | Now Judas and his brothers saw that misfortunes had increased and that the forces were encamped in their territory. They also learned what the king had commanded to do to the people to cause their final destruction. | καὶ εἶδεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν, καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως, οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν, | |
| 43 | But they said to one another, "Let us repair the destruction of our people, and fight for our people and the sanctuary." | καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων. | |
| 44 | And the congregation assembled to be ready for battle, and to pray and ask for mercy and compassion. | καὶ ἠθροίσθη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον καὶ τοῦ προσεύξασθαι καὶ αἰτῆσαι ἔλεος καὶ οἰκτιρμούς. | |
| 45 | Jerusalem was uninhabited like a wilderness; not one of her children went in or out. The sanctuary was trampled down, and the sons of aliens held the citadel; it was a lodging place for the Gentiles. Joy was taken from Jacob; the flute and the harp ceased to play. | καὶ Ιερουσαλημ ἦν ἀοίκητος ὡς ἔρημος, οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς, καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα τοῖς ἔθνεσιν· καὶ ἐξήρθη τέρψις ἐξ Ιακωβ, καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα. | |
| 46 | So they assembled and went to Mizpah, opposite Jerusalem, because Israel formerly had a place of prayer in Mizpah. | καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφα κατέναντι Ιερουσαλημ, ὅτι τόπος προσευχῆς ἦν ἐν Μασσηφα τὸ πρότερον τῷ Ισραηλ. | |
| 47 | They fasted that day, put on sackcloth and sprinkled ashes on their heads, and rent their clothes. | καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. | |
| 48 | And they opened the book of the law to inquire into those matters about which the Gentiles were consulting the images of their idols. | καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου περὶ ὧν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν. | |
| 49 | They also brought the garments of the priesthood and the first fruits and the tithes, and they stirred up the Nazirites who had completed their days; | καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας καὶ ἤγειραν τοὺς ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας, | |
| 50 | and they cried aloud to Heaven, saying, "What shall we do with these? | καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες Τί ποιήσωμεν τούτοις καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν, | |
| 51 | Your sanctuary is trampled down and profaned, and your priests mourn in humiliation. | καὶ τὰ ἅγιά σου καταπεπάτηνται καὶ βεβήλωνται καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει; | |
| 52 | And behold, the Gentiles are assembled against us to destroy us; you know what they plot against us. | καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφ' ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφ' ἡμᾶς. | |
| 53 | How will we be able to withstand them, if you not help us?" | πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν; | |
| 54 | Then they sounded the trumpets and gave a loud shout. | καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν φωνῇ μεγάλῃ. | |