|
| katapi NEW STUDY BIBLE | Philippians:3 | Novum Testamentum Graece (UBS.Ed.26) |
|
|
1 |
Finally, my brethren, rejoice in the Lord. To write the same things to you is not irksome to me, and is safe for you. | The True Righteousness Php.3.1-11 | Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές. |
2 |
Look out for the dogs, look out for the evil-workers, look out for those who mutilate the flesh. | | Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. |
3 |
For we are the true circumcision, who worship God in spirit, and glory in Christ Jesus, and put no confidence in the flesh. | | ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, |
4 |
Though I myself have reason for confidence in the flesh also. If any other man thinks he has reason for confidence in the flesh, I have more: | | καίπερ ἐγὼ ἐχων πεποίθησιν καὶ ἐν σαρκί. εἰ τις δοκεῖ ἀλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· |
5 |
circumcised on the eighth day, of the people of Israel, of the tribe of Benjamin, a Hebrew born of Hebrews; as to the law a Pharisee, | | περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, |
6 |
as to zeal a persecutor of the church, as to righteousness under the law blameless. | | κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἀμεμπτος. |
7 |
But whatever gain I had, I counted as loss for the sake of Christ. | | ἀτινα ἦν μοι κέρδη, ταῦτα ἡγημαι διὰ τὸν Χριστὸν ζημίαν. |
8 |
Indeed I count everything as loss because of the surpassing worth of knowing Christ Jesus my Lord. For his sake I have suffered the loss of all things, and count them as refuse, in order that I may gain Christ | | ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου, δῖ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω |
9 |
and be found in him, not having a righteousness of my own, based on law, but that which is through faith in Christ, the righteousness from God that depends on faith; | | καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἐχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, |
10 |
that I may know him and the power of his resurrection, and may share his sufferings, becoming like him in his death, | | τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ κοινωνίαν παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ, |
11 |
that if possible I may attain the resurrection from the dead. | | εἰ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. |
12 |
Not that I have already obtained this or am already perfect; but I press on to make it my own, because Christ has made me his own. | Pressing toward the Mark Php.3.12-4.1 | Οὐχ ὅτι ἠδη ἐλαβον ἢ ἠδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ . |
13 |
Brethren, I do not consider that I have made it my own; but one thing I do, forgetting what lies behind and straining forward to what lies ahead, | | ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἐμπροσθεν ἐπεκτεινόμενος, |
14 |
I press on toward the goal for the prize of the upward call of God in Christ Jesus. | | κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἀνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. |
15 |
Let those of us who are mature be thus minded; and if in anything you are otherwise minded, God will reveal that also to you. | | Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἰ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει· |
16 |
Only let us hold true to what we have attained. | | πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν. |
17 |
Brethren, join in imitating me, and mark those who so live as you have an example in us. | | Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὑτω περιπατοῦντας καθὼς ἐχετε τύπον ἡμᾶς. |
18 |
For many, of whom I have often told you and now tell you even with tears, live as enemies of the cross of Christ. | | πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἐλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, |
19 |
Their end is destruction, their god is the belly, and they glory in their shame, with minds set on earthly things. | | ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. |
20 |
But our commonwealth is in heaven, and from it we await a Saviour, the Lord Jesus Christ, | | ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, |
21 |
who will change our lowly body to be like his glorious body, by the power which enables him even to subject all things to himself. | | ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα. |
|
|
<< | Philippians: 3 | >> |
|