| 
 | 
		|  | katapi NEW STUDY BIBLE | Ephesians:3 | Novum Testamentum Graece (UBS.Ed.26) |  | 
		| 
 | 
		| 1 | For this reason I, Paul, a prisoner for Christ  on behalf of you Gentiles - | Paul's Ministry to the Gentiles Eph.3.1-13 | Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ  ὑπὲρ ὑμῶν τῶν ἐθνῶν - | 
		| 2 | assuming that you have heard of the stewardship of God's grace that was given to me for you, |  | εἰ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, | 
		| 3 | how the mystery was made known to me by revelation, as I have written briefly. |  | κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, | 
		| 4 | When you read this you can perceive my insight into the mystery of Christ, |  | πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, | 
		| 5 | which was not made known to the sons of men in other generations as it has now been revealed to his holy apostles and prophets by the Spirit; |  | ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἀγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, | 
		| 6 | that is, how the Gentiles are fellow heirs, members of the same body, and partakers of the promise in Christ Jesus through the gospel. |  | εἶναι τὰ ἐθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, | 
		| 7 | Of this gospel I was made a minister according to the gift of God's grace which was given me by the working of his power. |  | οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. | 
		| 8 | To me, though I am the very least of all the saints, this grace was given, to preach to the Gentiles the unsearchable riches of Christ, |  | ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων ἐδόθη ἡ χάρις αὑτη, τοῖς ἐθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ, | 
		| 9 | and to make  see what is the plan of the mystery hidden for ages in God who created all things; |  | καὶ φωτίσαι  τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι, | 
		| 10 | that through the church the manifold wisdom of God might now be made known to the principalities and powers in the heavenly places. |  | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, | 
		| 11 | This was according to the eternal purpose which he has realized in Christ Jesus our Lord, |  | κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, | 
		| 12 | in whom we have boldness and confidence of access through our faith in him. |  | ἐν ᾧ ἐχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. | 
		| 13 | So I ask you not to lose heart over what I am suffering for you, which is your glory. |  | διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἡτις ἐστὶν δόξα ὑμῶν. | 
		| 14 | For this reason I bow my knees before the Father, | To Know the Love of Christ Eph.3.14-21 | Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, | 
		| 15 | from whom every family in heaven and on earth is named, |  | ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, | 
		| 16 | that according to the riches of his glory he may grant you to be strengthened with might through his Spirit in the inner man, |  | ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἐσω ἄνθρωπον, | 
		| 17 | and that Christ may dwell in your hearts through faith; that you, being rooted and grounded in love, |  | κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, | 
		| 18 | may have power to comprehend with all the saints what is the breadth and length and height and depth, |  | ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἀγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὑψος καὶ βάθος, | 
		| 19 | and to know the love of Christ which surpasses knowledge, that you may be filled with all the fulness of God. |  | γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. | 
		| 20 | Now to him who by the power at work within us is able to do far more abundantly than all that we ask or think, |  | Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, | 
		| 21 | to him be glory in the church and in Christ Jesus to all generations, for ever and ever. Amen. |  | αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν. | 
	|  |  | << | Ephesians: 3   | >> |  |