katapi NEW STUDY BIBLE | Romans:1 | Novum Testamentum Graece (UBS.Ed.26) | ||
1 | Paul, a servant of Jesus Christ, called to be an apostle, set apart for the gospel of God | Salutation Ro.1.1-7 | Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, | |
2 | which he promised beforehand through his prophets in the holy scriptures, | ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἀγίαις, | ||
3 | the gospel concerning his Son, who was descended from David according to the flesh | περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, | ||
4 | and designated Son of God in power according to the Spirit of holiness by his resurrection from the dead, Jesus Christ our Lord, | τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἀγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, | ||
5 | through whom we have received grace and apostleship to bring about the obedience of faith for the sake of his name among all the nations, | δῖ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἐθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, | ||
6 | including yourselves who are called to belong to Jesus Christ; | ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, | ||
7 | To all God's beloved in Rome, who are called to be saints: Grace to you and peace from God our Father and the Lord Jesus Christ. | πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἀγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. | ||
8 | First, I thank my God through Jesus Christ for all of you, because your faith is proclaimed in all the world. | Paul's Desire to Visit Rome Ro.1.8-15 | Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὁλῳ τῷ κόσμῳ. | |
9 | For God is my witness, whom I serve with my spirit in the gospel of his Son, that without ceasing I mention you always in my prayers, | μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι | ||
10 | asking that somehow by God's will I may now at last succeed in coming to you. | πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἰ πως ἠδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. | ||
11 | For I long to see you, that I may impart to you some spiritual gift to strengthen you, | ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, | ||
12 | that is, that we may be mutually encouraged by each other's faith, both yours and mine. | τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. | ||
13 | I want you to know, brethren, that I have often intended to come to you (but thus far have been prevented), in order that I may reap some harvest among you as well as among the rest of the Gentiles. | οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἀχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἐ θνεσιν. | ||
14 | I am under obligation both to Greeks and to barbarians, both to the wise and to the foolish: | Ἑλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· | ||
15 | so I am eager to preach the gospel to you also who are in Rome. | οὑτως τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. | ||
16 | For I am not ashamed of the gospel: it is the power of God for salvation to every one who has faith, to the Jew first and also to the Greek. | The Power of the Gospel Ro.1.16-17 | Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἑλληνι· | |
17 | For in it the righteousness of God is revealed through faith for faith; as it is written, "He who through faith is righteous shall live." | - He who through faith is righteous shall live Ro.1.17 | Hab.2.4 | δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. | |
18 | For the wrath of God is revealed from heaven against all ungodliness and wickedness of men who by their wickedness suppress the truth. | The Guilt of Mankind Ro.1.18-32 | Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, | |
19 | For what can be known about God is plain to them, because God has shown it to them. | διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. | ||
20 | Ever since the creation of the world his invisible nature, namely, his eternal power and deity, has been clearly perceived in the things that have been made. So they are without excuse; | τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἡ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· | ||
21 | for although they knew God they did not honour him as God or give thanks to him, but they became futile in their thinking and their senseless minds were darkened. | διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. | ||
22 | Claiming to be wise, they became fools, | φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, | ||
23 | and exchanged the glory of the immortal God for images resembling mortal man or birds or animals or reptiles. | καὶ ἠλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. | ||
24 | Therefore God gave them up in the lusts of their hearts to impurity, to the dishonouring of their bodies among themselves, | Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς, | ||
25 | because they exchanged the truth about God for a lie and worshipped and served the creature rather than the Creator, who is blessed for ever! Amen. | οἱτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὁς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. | ||
26 | For this reason God gave them up to dishonourable passions. Their women exchanged natural relations for unnatural, | διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἱ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, | ||
27 | and the men likewise gave up natural relations with women and were consumed with passion for one another, men committing shameless acts with men and receiving in their own persons the due penalty for their error. | ὁμοίως τε καὶ οἱ ἀρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἀρσενες ἐν ἀρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἐδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. | ||
28 | And since they did not see fit to acknowledge God, God gave them up to a base mind and to improper conduct. | καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἐχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, | ||
29 | They were filled with all manner of wickedness, evil, covetousness, malice. Full of envy, murder, strife, deceit, malignity, they are gossips, | πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἐριδος δόλου κακοηθείας, ψιθυριστάς, | ||
30 | slanderers, haters of God, insolent, haughty, boastful, inventors of evil, disobedient to parents, | καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, | ||
31 | foolish, faithless, heartless, ruthless. | ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας· | ||
32 | Though they know God's decree that those who do such things deserve to die, they not only do them but approve those who practice them. | οἱτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἀξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν. | ||
| Romans: 1 | >> |
---|