|
| | Revised Standard Version | 4 Maccabees:7 | LXX |
|
|
| 1 |
For like a most skilful pilot, the reason of our father Eleazar steered the ship of religion over the sea of the emotions, | | Ὥσπερ γὰρ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν Ελεαζαρου λογισμὸς πηδαλιουχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει |
| 2 |
and though buffeted by the stormings of the tyrant and overwhelmed by the mighty waves of tortures, | | καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς καὶ καταντλούμενος ταῖς τῶν βασάνων τρικυμίαις |
| 3 |
in no way did he turn the rudder of religion until he sailed into the haven of immortal victory. | | κατ' οὐδένα τρόπον ἔτρεψε τοὺς τῆς εὐσεβείας οἴακας, ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς ἀθανάτου νίκης λιμένα. |
| 4 |
No city besieged with many ingenious war machines has ever held out as did that most holy man. Although his sacred life was consumed by tortures and racks, he conquered the besiegers with the shield of his devout reason. | | οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχε ποτὲ πολιορκουμένη, ὡς ὁ πανάγιος ἐκεῖνος. τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος ἐνίκησεν τοὺς πολιορκοῦντας διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν. |
| 5 |
For in setting his mind firm like a jutting cliff, our father Eleazar broke the maddening waves of the emotions. | | ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτοῦ διάνοιαν ὁ πατὴρ Ελεαζαρ ἐκτείνας περιέκλασεν τοὺς ἐπιμαινομένους τῶν παθῶν κλύδωνας. |
| 6 |
O priest, worthy of the priesthood, you neither defiled your sacred teeth nor profaned your stomach, which had room only for reverence and purity, by eating defiling foods. | | ὦ ἄξιε τῆς ἱερωσύνης ἱερεῦ, οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοίνωσας μιαροφαγίᾳ. |
| 7 |
O man in harmony with the law and philosopher of divine life! | | ὦ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου. |
| 8 |
Such should be those who are administrators of the law, shielding it with their own blood and noble sweat in sufferings even to death. | | τοιούτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας. |
| 9 |
You, father, strengthened our loyalty to the law through your glorious endurance, and you did not abandon the holiness which you praised, but by your deeds you made your words of divine philosophy credible. | | σύ, πάτερ, τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς θείας φιλοσοφίας σου λόγους, |
| 10 |
O aged man, more powerful than tortures; O elder, fiercer than fire; O supreme king over the passions, Eleazar! | | ὦ βασάνων βιαιότερε γέρων καὶ πυρὸς εὐτονώτερε πρεσβῦτα καὶ παθῶν μέγιστε βασιλεῦ Ελεαζαρ. |
| 11 |
For just as our father Aaron, armed with the censer, ran through the multitude of the people and conquered the fiery angel, | | ὥσπερ γὰρ ὁ πατὴρ Ααρων τῷ θυμιατηρίῳ καθωπλισμένος διὰ τοῦ ἐθνοπλήθους ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον, |
| 12 |
so the descendant of Aaron, Eleazar, though being consumed by the fire, remained unmoved in his reason. | | οὕτως ὁ Ααρωνίδης Ελεαζαρ διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν. |
| 13 |
Most amazing, indeed, though he was an old man, his body no longer tense and firm, his muscles flabby, his sinews feeble, he became young again | | καίτοι τὸ θαυμασιώτατον, γέρων ὢν λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος τόνων, περικεχαλασμένων δὲ τῶν σαρκῶν, κεκμηκότων δὲ καὶ τῶν νεύρων ἀνενέασεν |
| 14 |
in spirit through reason; and by reason like that of Isaac he rendered the many-headed rack ineffective. | | τῷ πνεύματι διὰ τοῦ λογισμοῦ καὶ τῷ Ισακίῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν. |
| 15 |
O man of blessed age and of venerable gray hair and of law-abiding life, whom the faithful seal of death has perfected! | | ὦ μακαρίου γήρως καὶ σεμνῆς πολιᾶς καὶ βίου νομίμου, ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν. |
| 16 |
If, therefore, because of piety an aged man despised tortures even to death, most certainly devout reason is governor of the emotions. | | Εἰ δὴ τοίνυν γέρων ἀνὴρ τῶν μέχρι θανάτου βασάνων περιεφρόνει δι' εὐσέβειαν, ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. |
| 17 |
Some perhaps might say, "Not every one has full command of his emotions, because not every one has prudent reason." | | ἴσως δ' ἂν εἴποιέν τινες Τῶν παθῶν οὐ πάντες περικρατοῦσιν, ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσιν τὸν λογισμόν. |
| 18 |
But as many as attend to religion with a whole heart, these alone are able to control the passions of the flesh, | | ἀλλ' ὅσοι τῆς εὐσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας, οὗτοι μόνοι δύνανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν |
| 19 |
since they believe that they, like our patriarchs Abraham and Isaac and Jacob, do not die to God, but live in God. | | πιστεύοντες ὅτι θεῷ οὐκ ἀποθνῄσκουσιν, ὥσπερ οὐδὲ οἱ πατριάρχαι ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, ἀλλὰ ζῶσιν τῷ θεῷ. |
| 20 |
No contradiction therefore arises when some persons appear to be dominated by their emotions because of the weakness of their reason. | | οὐδὲν οὖν ἐναντιοῦται τὸ φαίνεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν· |
| 21 |
What person who lives as a philosopher by the whole rule of philosophy, and trusts in God, | | ἐπεὶ τίς πρὸς ὅλον τὸν τῆς φιλοσοφίας κανόνα φιλοσοφῶν καὶ πεπιστευκὼς θεῷ |
| 22 |
and knows that it is blessed to endure any suffering for the sake of virtue, would not be able to overcome the emotions through godliness? | | καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν, οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν θεοσέβειαν; |
| 23 |
For only the wise and courageous man is lord of his emotions. | | μόνος γὰρ ὁ σοφὸς καὶ ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος. |
| |
|
<< | 4 Maccabees: 7 | >> |
|