katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1
about 1 Esdras | APOCRYPHA | contents | by passage | ←search || search→ | in flowing text

 Revised Standard Version1 Esdras:8 LXX  

1 After these things, when Artaxerxes the king of the Persians was reigning, Ezra came, the son of Seraiah, son of Azariah, son of Hilkiah, son of Shallum, Ezra arrives in Jerusalem. 1Esd.8.1-7 | Ez.7.1-10Καὶ μεταγενέστερος τούτων βασιλεύοντος Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως προσέβη Εσδρας Σαραιου τοῦ Εζεριου τοῦ Χελκιου τοῦ Σαλημου
2 son of Zadok, son of Ahitub, son of Amariah, son of Uzzi, son of Bukki, son of Abishua, son of Phineas, son of Eleazar, son of Aaron the chief priest.  τοῦ Σαδδουκου τοῦ Αχιτωβ τοῦ Αμαριου τοῦ Οζιου τοῦ Βοκκα τοῦ Αβισουε τοῦ Φινεες τοῦ Ελεαζαρ τοῦ Ααρων τοῦ πρώτου ἱερέως·
3 This Ezra came up from Babylon as a scribe skilled in the law of Moses, which was given by the God of Israel;  οὗτος Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ θεοῦ τοῦ Ισραηλ,
4 and the king showed him honor, for he found favor before the king in all his requests.  καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.
5 There came up with him to Jerusalem some of the people of Israel and some of the priests and Levites and temple singers and gatekeepers and temple servants,  καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ισραηλ καὶ τῶν ἱερέων καὶ Λευιτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς Ιεροσόλυμα ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί [οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ]·
6 in the seventh year of the reign of Artaxerxes, in the fifth month (this was the king's seventh year); for they left Babylon on the new moon of the first month and arrived in Jerusalem on the new moon of the fifth month, by the prosperous journey which the Lord gave them.  ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί [οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ]·
7 For Ezra possessed great knowledge, so that he omitted nothing from the law of the Lord or the commandments, but taught all Israel all the ordinances and judgments.  ἐξελθόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἐν τῇ νουμηνίᾳ τοῦ πέμπτου μηνὸς παρεγένοντο εἰς Ιεροσόλυμα κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπ' αὐτῷ.
8 The following is a copy of the written commission from Artaxerxes the king which was delivered to Ezra the priest and reader of the law of the Lord: The Proclamation of Artaxerxes. 1Esd.8.8-24 | Ez.7.11-26ὁ γὰρ Εσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου κυρίου καὶ ἐκ τῶν ἐντολῶν διδάξαι τὸν πάντα Ισραηλ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα.
9 "King Artaxerxes to Ezra the priest and reader of the law of the Lord, greeting.  Προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ Ἀρταξέρξου τοῦ βασιλέως πρὸς Εσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον
10 In accordance with my gracious decision, I have given orders that those of the Jewish nation and of the priests and Levites and others in our realm, who freely choose to do so, may go with you to Jerusalem.  Βασιλεὺς Ἀρταξέρξης Εσδρα τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου κυρίου χαίρειν.
11 Let as many as are so disposed, therefore, depart with you as I and the seven friends who are my counselors have decided,  καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ιουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τῶν δὲ ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ, συμπορεύεσθαί σοι εἰς Ιερουσαλημ.
12 in order to look into matters in Judea and Jerusalem, in accordance with what is in the law of the Lord,  ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάτωσαν, καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς,
13 and to carry to Jerusalem the gifts for the Lord of Israel which I and my friends have vowed, and to collect for the Lord in Jerusalem all the gold and silver that may be found in the country of Babylonia,  ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ιουδαίαν καὶ Ιερουσαλημ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου,
14 together with what is given by the nation for the temple of their Lord which is in Jerusalem, both gold and silver for bulls and rams and lambs and what goes with them,  καὶ ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ τοῦ Ισραηλ, ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι, εἰς Ιερουσαλημ καὶ πᾶν χρυσίον καὶ ἀργύριον, ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας, τῷ κυρίῳ εἰς Ιερουσαλημ σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ
15 so as to offer sacrifices upon the altar of their Lord which is in Jerusalem.  συναχθῆναι τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα
16 And whatever you and your brethren are minded to do with the gold and silver, perform it in accordance with the will of your God;  ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ.
17 and deliver the holy vessels of the Lord which are given you for the use of the temple of your God which is in Jerusalem.  καὶ πάντα, ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου
18 And whatever else occurs to you as necessary for the temple of your God, you may provide out of the royal treasury.  
19 "And I, Artaxerxes the king, have commanded the treasurers of Syria and Phoenicia that whatever Ezra the priest and reader of the law of the Most High God sends for, they shall take care to give him,  καὶ τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ιερουσαλημ.
20 up to a hundred talents of silver, and likewise up to a hundred cors of wheat, a hundred baths of wine, and salt in abundance.  καὶ τὰ λοιπά, ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου, δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου·
21 Let all things prescribed in the law of God be scrupulously fulfilled for the Most High God, so that wrath may not come upon the kingdom of the king and his sons.  κἀγὼ δὲ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου, ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν,
22 You are also informed that no tribute or any other tax is to be laid on any of the priests or Levites or temple singers or gatekeepers or temple servants or persons employed in this temple, and that no one has authority to impose any tax upon them.  ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατὸν καὶ ἅλα ἐκ πλήθους·
23 "And you, Ezra, according to the wisdom of God, appoint judges and justices to judge all those who know the law of your God, throughout all Syria and Phoenicia; and those who do not know it you shall teach.  πάντα τὰ κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν.
24 And all who transgress the law of your God or the law of the kingdom shall be strictly punished, whether by death or some other punishment, either fine or imprisonment."  καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβολὴ γίγνηται, καὶ ἐξουσίαν μηδένα ἔχειν ἐπιβαλεῖν τι τούτοις.
25 Blessed be the Lord alone, who put this into the heart of the king, to glorify his house which is in Jerusalem, Ezra praises God. 1Esd.8.25-40 | Ez.7.27-28
26 and who honored me in the sight of the king and his counselors and all his friends and nobles.  καὶ σύ, Εσδρα, κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου· καὶ τοὺς μὴ ἐπισταμένους δὲ διδάξεις.
27 I was encouraged by the help of the Lord my God, and I gathered men from Israel to go up with me.  καὶ πάντες, ὅσοι ἐὰν παραβαίνωσι τὸν νόμον τοῦ θεοῦ σου καὶ τὸν βασιλικόν, ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ ἐάν τε καὶ τιμωρίᾳ ἢ ἀργυρικῇ ζημίᾳ ἢ ἀπαγωγῇ.
28 These are the principal men, according to their fathers' houses and their groups, who went up with me from Babylon, in the reign of Artaxerxes the king:  Εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ιερουσαλημ,
29 Of the sons of Phineas, Gershom. Of the sons of Ithamar, Gamael. Of the sons of David, Hattush the son of Shecaniah.  καὶ ἐμὲ ἐτίμησεν ἔναντι τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ.
30 Of the sons of Parosh, Zechariah, and with him a hundred and fifty men enrolled.  καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν κυρίου τοῦ θεοῦ μου καὶ συνήγαγον ἐκ τοῦ Ισραηλ ἄνδρας ὥστε συναναβῆναί μοι.
31 Of the sons of Pahathmoab, Eliehoenai the son of Zerahiah, and with him two hundred men.  Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ' ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως·
32 Of the sons of Zattu, Shecaniah the son of Jahaziel, and with him three hundred men. Of the sons of Adin, Obed the son of onathan, and with him two hundred and fifty men.  ἐκ τῶν υἱῶν Φινεες Γαρσομος· ἐκ τῶν υἱῶν Ιεταμαρου Γαμηλος· ἐκ τῶν υἱῶν Δαυιδ Αττους ὁ Σεχενιου·
33 Of the sons of Elam, Jeshaiah the son of Gotholiah, and with him seventy men.  ἐκ τῶν υἱῶν Φορος Ζαχαριας καὶ μετ' αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα·
34 Of the sons of Shephatiah, Zeraiah the son of Michael, and with him seventy men,  ἐκ τῶν υἱῶν Φααθμωαβ Ελιαωνιας Ζαραιου καὶ μετ' αὐτοῦ ἄνδρες διακόσιοι·
35 Of the sons of Joab, Obadiah the son of Jehiel, and with him two hundred and twelve men.  ἐκ τῶν υἱῶν Ζαθοης Σεχενιας Ιεζηλου καὶ μετ' αὐτοῦ ἄνδρες τριακόσιοι· ἐκ τῶν υἱῶν Αδινου Βην - Ιωναθου καὶ μετ' αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·
36 Of the sons of Bani, Shelomith the son of Josiphiah, and with him a hundred and sixty men.  ἐκ τῶν υἱῶν Ηλαμ Ιεσιας Γοθολιου καὶ μετ' αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
37 Of the sons of Bebai, Zechariah the son of Bebai, and with him twenty-eight men.  ἐκ τῶν υἱῶν Σαφατιου Ζαραιας Μιχαηλου καὶ μετ' αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
38 Of the sons of Azgad, Johanan the son of Hakkatan, and with him a hundred and ten men.  ἐκ τῶν υἱῶν Ιωαβ Αβαδιας Ιεζηλου καὶ μετ' αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο·
39 Of the sons of Adonikam, the last ones, their names being Eliphelet, Jeuel, and Shemaiah, and with them seventy men.  ἐκ τῶν υἱῶν Βανι Ασσαλιμωθ Ιωσαφιου καὶ μετ' αὐτοῦ ἄνδρες ἑκατὸν ἑξήκοντα·
40 Of the sons of Bigvai, Uthai the son of Istalcurus, and with him seventy men.  ἐκ τῶν υἱῶν Βαβι Ζαχαριας Βηβαι καὶ μετ' αὐτοῦ ἄνδρες εἴκοσι ὀκτώ·
41 I assembled them at the river called Theras, and we encamped there three days, and I inspected them. Ezra finds priests & Levites for the temple. 1Esd.8.41-49 | Ez.8.15-20ἐκ τῶν υἱῶν Ασγαθ Ιωανης Ακαταν καὶ μετ' αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·
42 When I found there none of the sons of the priests or of the Levites,  ἐκ τῶν υἱῶν Αδωνικαμ οἱ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ελιφαλατος, Ιεουηλ καὶ Σαμαιας, καὶ μετ' αὐτῶν ἄνδρες ἑβδομήκοντα·
43 I sent word to Eliezar, Iduel, Maasmas,  Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θεραν ποταμόν, καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς, καὶ κατέμαθον αὐτούς.
44 Elnathan, Shemaiah, Jarib, Nathan, Elnathan, Zechariah, and Meshullam, who were leaders and men of understanding;  καὶ ἐκ τῶν υἱῶν τῶν ἱερέων καὶ ἐκ τῶν Λευιτῶν οὐχ εὑρὼν ἐκεῖ
45 and I told them to go to Iddo, who was the leading man at the place of the treasury,  ἀπέστειλα πρὸς Ελεαζαρον καὶ Ιδουηλον καὶ Μαασμαν καὶ Ελναταν καὶ Σαμαιαν καὶ Ιωριβον, Ναθαν, Ενναταν, Ζαχαριαν καὶ Μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας
46 and ordered them to tell Iddo and his brethren and the treasurers at that place to send us men to serve as priests in the house of our Lord.  καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Αδδαιον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου
47 And by the mighty hand of our Lord they brought us competent men of the sons of Mahli the son of Levi, son of Israel, namely Sherebiah with his sons and kinsmen, eighteen;  ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Αδδαιω καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν.
48 also Hashabiah and Annunus and Jeshaiah his brother, of the sons of Hananiah, and their sons, twenty men;  καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολι τοῦ Λευι τοῦ Ισραηλ· Ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφούς, δέκα ὀκτώ·
49 and of the temple servants, whom David and the leaders had given for the service of the Levites, two hundred and twenty temple servants; the list of all their names was reported.  καὶ Ασεβιαν καὶ Αννουνον καὶ Ωσαιαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναιου καὶ οἱ υἱοὶ αὐτῶν, ἄνδρες εἴκοσι·
50 There I proclaimed a fast for the young men before our Lord, to seek from him a prosperous journey for ourselves and for our children and the cattle that were with us. Ezra leads the people in fasting & prayer. 1Esd.8.50-53 | Ez.8.21-23καὶ ἐκ τῶν ἱεροδούλων, ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν, ἱερόδουλοι διακόσιοι εἴκοσι· πάντων ἐσημάνθη ἡ ὀνοματογραφία.
51 For I was ashamed to ask the king for foot soldiers and horsemen and an escort to keep us safe from our adversaries;  καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι τοῦ κυρίου ἡμῶν
52 for we had said to the king, "The power of our Lord will be with those who seek him, and will support them in every way."  ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππεῖς καὶ προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν·
53 And again we prayed to our Lord about these things, and we found him very merciful.  εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι Ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν.
54 Then I set apart twelve of the leaders of the priests, Sherebiah and Hashabiah, and ten of their kinsmen with them; Gifts for the temple. 1Esd.8.54-60 | Ez.8.24-30καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν κατὰ ταῦτα καὶ εὐιλάτου ἐτύχομεν.
55 and I weighed out to them the silver and the gold and the holy vessels of the house of our Lord, which the king himself and his counselors and the nobles and all Israel had given.  καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο, καὶ Σερεβιαν καὶ Ασαβιαν καὶ μετ' αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα,
56 I weighed and gave to them six hundred and fifty talents of silver, and silver vessels worth a hundred talents, and a hundred talents of gold,  καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν, ἃ αὐτὸς ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ μεγιστᾶνες καὶ πᾶς Ισραηλ.
57 and twenty golden bowls, and twelve bronze vessels of fine bronze that glittered like gold.  καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν,
58 And I said to them, "You are holy to the Lord, and the vessels are holy, and the silver and the gold are vowed to the Lord, the Lord of our fathers.  καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκᾶ ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα.
59 Be watchful and on guard until you deliver them to the leaders of the priests and the Levites, and to the heads of the fathers' houses of Israel, in Jerusalem, in the chambers of the house of our Lord."  καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ κυρίῳ τῶν πατέρων ἡμῶν·
60 So the priests and the Levites who took the silver and the gold and the vessels which had been in Jerusalem carried them to the temple of the Lord.  ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ισραηλ ἐν Ιερουσαλημ ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ κυρίου ἡμῶν.
61 We departed from the river Theras on the twelfth day of the first month; and we arrived in Jerusalem by the mighty hand of our Lord which was upon us; he delivered us from every enemy on the way, and so we came to Jerusalem. The return to Jerusalem. 1Esd.8.61-67 | Ez.8.31-36καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ιερουσαλημ εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου.
62 When we had been there three days, the silver and the gold were weighed and delivered in the house of our Lord to Meremoth the priest, son of Uriah;  Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερα τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς εἰσήλθομεν εἰς Ιερουσαλημ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφ' ἡμῖν· καὶ ἐρρύσατο ἡμᾶς ἐπὶ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ, καὶ ἤλθομεν εἰς Ιερουσαλημ.
63 and with him was Eleazar the son of Phinehas, and with them were Jozabad the son of Jeshua and Moeth the son of Binnui, the Levites.  καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν Μαρμωθι Ουρια ἱερεῖ
64 The whole was counted and weighed, and the weight of everything was recorded at that very time.  - καὶ μετ' αὐτοῦ Ελεαζαρ ὁ τοῦ Φινεες, καὶ ἦσαν μετ' αὐτῶν Ιωσαβδος Ἰησοῦ καὶ Μωεθ Σαβαννου οἱ Λευῖται - πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα,
65 And those who had come back from captivity offered sacrifices to the Lord, the God of Israel, twelve bulls for all Israel, ninety-six rams,  καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ.
66 seventy-two lambs, and as a thank offering twelve he-goats - all as a sacrifice to the Lord.  οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ Ισραηλ κυρίῳ ταύρους δώδεκα ὑπὲρ παντὸς Ισραηλ, κριοὺς ἐνενήκοντα ἕξ, ἄρνας ἑβδομήκοντα δύο, τράγους ὑπὲρ σωτηρίου δέκα δύο· ἅπαντα θυσίαν τῷ κυρίῳ.
67 And they delivered the king's orders to the royal stewards and to the governors of Coelesyria and Phoenicia; and these officials honored the people and the temple of the Lord.  καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Κοίλης Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου.
68 After these things had been done, the principal men came to me and said, Ezra learns of the mixed marriages. 1Esd.8.68-90 | Ez.9.1-15
69 "The people of Israel and the leaders and the priests and the Levites have not put away from themselves the alien peoples of the land and their pollutions, the Canaanites, the Hittites, the Perizzites, the Jebusites, the Moabites, the Egyptians, and the Edomites.  Οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ισραηλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Μωαβιτῶν καὶ Αἰγυπτίων καὶ Ιδουμαίων·
70 For they and their sons have married the daughters of these people, and the holy race has been mixed with the alien peoples of the land; and from the beginning of this matter the leaders and the nobles have been sharing in this iniquity."  
71 As soon as I heard these things I rent my garments and my holy mantle, and pulled out hair from my head and beard, and sat down in anxiety and grief.  συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.
72 And all who were ever moved at the word of the Lord of Israel gathered round me, as I mourned over this iniquity, and I sat grief-stricken until the evening sacrifice.  καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος.
73 Then I rose from my fast, with my garments and my holy mantle rent, and kneeling down and stretching forth my hands to the Lord  καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ Ισραηλ, ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας.
74 I said,

"O Lord, I am ashamed and confounded before thy face.

 καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον
75 For our sins have risen higher than our heads, and our mistakes have mounted up to heaven  Κύριε, ᾔσχυμμαι, ἐντέτραμμαι κατὰ πρόσωπόν σου·
76 from the times of our fathers, and we are in great sin to this day.  αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ
77 And because of our sins and the sins of our fathers we with our brethren and our kings and our priests were given over to the kings of the earth, to the sword and captivity and plundering, in shame until this day.  ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης·
78 And now in some measure mercy has come to us from thee, O Lord, to leave to us a root and a name in thy holy place,  καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσιν τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.
79 and to uncover a light for us in the house of the Lord our God, and to give us food in the time of our servitude.  καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ σοῦ, κύριε, καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ τοῦ ἁγιάσματός σου
80 Even in our bondage we were not forsaken by our Lord, but he brought us into favor with the kings of the Persians, so that they have given us food  καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῶν ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν·
81 and glorified the temple of our Lord, and raised Zion from desolation, to give us a stronghold in Judea and Jerusalem.  καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν, ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν
82 "And now, O Lord, what shall we say, when we have these things? For we have transgressed thy commandments, which thou didst give by thy servants the prophets, saying,  δοῦναι ἡμῖν τροφὴν καὶ δοξάσαι τὸ ἱερὸν τοῦ κυρίου ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σιων δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ.
83 `The land which you are entering to take possession of it is a land polluted with the pollution of the aliens of the land, and they have filled it with their uncleanness.  καὶ νῦν τί ἐροῦμεν, κύριε, ἔχοντες ταῦτα; παρέβημεν γὰρ τὰ προστάγματά σου, ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων ὅτι
84 Therefore do not give your daughters in marriage to their sons, and do not take their daughters for your sons;  Ἡ γῆ, εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν·
85 and do not seek ever to have peace with them, in order that you may be strong and eat the good things of the land and leave it for an inheritance to your children for ever.'  καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν·
86 And all that has happened to us has come about because of our evil deeds and our great sins. For thou, O Lord, didst lift the burden of our sins  καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.
87 and give us such a root as this; but we turned back again to transgress thy law by mixing with the uncleanness of the peoples of the land.  καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίγνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν.
88 Wast thou not angry enough with us to destroy us without leaving a root or seed or name?  σὺ γάρ, κύριε, ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς.
89 O Lord of Israel, thou art true; for we are left as a root to this day.  οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν;
90 Behold, we are now before thee in our iniquities; for we can no longer stand in thy presence because of these things."  κύριε τοῦ Ισραηλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον.
91 While Ezra was praying and making his confession, weeping and lying upon the ground before the temple, there gathered about him a very great throng from Jerusalem, men and women and youths; for there was great weeping among the multitude. Plan to end mixed marriages. 1Esd.8.91-9.17 | Ez.10.1-17ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.
92 Then Shecaniah the son of Jehiel, one of the men of Israel, called out, and said to Ezra, "We have sinned against the Lord, and have married foreign women from the peoples of the land; but even now there is hope for Israel.  Καὶ ὅτε προσευχόμενος Εσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ιερουσαλημ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει.
93 Let us take an oath to the Lord about this, that we will put away all our foreign wives, with their children,  καὶ φωνήσας Ιεχονιας Ιεηλου τῶν υἱῶν Ισραηλ εἶπεν Εσδρα Ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· καὶ νῦν ἐστιν ἐλπὶς τῷ Ισραηλ.
94 as seems good to you and to all who obey the law of the Lord.  
95 Arise and take action, for it is your task, and we are with you to take strong measures."  ἐν τούτῳ γενέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίθη σοι καὶ ὅσοι πειθαρχοῦσιν τῷ νόμῳ τοῦ κυρίου.
96 Then Ezra arose and had the leaders of the priests and Levites of all Israel take oath that they would do this. And they took the oath.  ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.
    << | 1 Esdras: 8 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
Revised Standard Version of the Bible, copyright 1952 [2nd edition, 1971], Apocrypha, copyright 1957; The Third and Fourth Books of the Maccabees and Psalm 151, copyright 1977, by the Division of Christian Education of the National Council of the Churches of Christ in the United States of America. Used by permission. All rights reserved.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.