katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1
about 1 Esdras | APOCRYPHA | contents | by passage | ←search || search→ | in flowing text

 Revised Standard Version1 Esdras:6LXX  

1 Now in the second year of the reign of Darius, the prophets Haggai and Zechariah the son of Iddo prophesied to the Jews who were in Judea and Jerusalem, they prophesied to them in the name of the Lord God of Israel. Work on the temple resumes. (520 BCE) 1Esd.6.1-22 | Ez.5.1-17Ἑν δὲ τῷ δευτέρῳ ἔτει τῆς τοῦ Δαρείου βασιλείας ἐπροφήτευσεν Αγγαιος καὶ Ζαχαριας ὁ τοῦ Εδδι οἱ προφῆται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ ἐπὶ τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἐπ' αὐτούς.
2 Then Zerubbabel the son of Shealtiel and Jeshua the son of Jozadak arose and began to build the house of the Lord which is in Jerusalem, with the help of the prophets of the Lord who were with them.  τότε στὰς Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς.
3 At the same time Sisinnes the governor of Syria and Phoenicia and Sathrabuzanes and their associates came to them and said,  ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι καὶ εἶπαν αὐτοῖς
4 "By whose order are you building this house and this roof and finishing all the other things? And who are the builders that are finishing these things?"  Τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες;
5 Yet the elders of the Jews were dealt with kindly, for the providence of the Lord was over the captives;  καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ιουδαίων
6 and they were not prevented from building until word could be sent to Darius concerning them and a report made.  καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρι τοῦ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι.
7 A copy of the letter which Sisinnes the governor of Syria and Phoenicia, and Sathrabuzanes, and their associates the local rulers in Syria and Phoenicia, wrote and sent to Darius:  Ἀντίγραφον ἐπιστολῆς, ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλεν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες
8 "To King Darius, greeting. Let it be fully known to our lord the king that, when we went to the country of Judea and entered the city of Jerusalem, we found the elders of the Jews, who had been in captivity,  Βασιλεῖ Δαρείῳ χαίρειν. πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ, ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ιουδαίας καὶ ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ιουδαίων ἐν Ιερουσαλημ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινὸν
9 building in the city of Jerusalem a great new house for the Lord, of hewn stone, with costly timber laid in the walls.  διὰ λίθων ξυστῶν πολυτελῶν ξύλων τιθεμένων ἐν τοῖς τοίχοις
10 These operations are going on rapidly, and the work is prospering in their hands and being completed with all splendor and care.  καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γιγνόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἐν πάσῃ δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα.
11 Then we asked these elders, `At whose command are you building this house and laying the foundations of this structure?'  τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες Τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε;
12 And in order that we might inform you in writing who the leaders are, we questioned them and asked them for a list of the names of those who are at their head.  ἐπηρωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων.
13 They answered us, `We are the servants of the Lord who created the heaven and the earth.  οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες Ἡμεῖς ἐσμεν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
14 And the house was built many years ago by a king of Israel who was great and strong, and it was finished.  καὶ ᾠκοδόμητο ὁ οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ισραηλ μεγάλου καὶ ἰσχυροῦ καὶ ἐπετελέσθη.
15 But when our fathers sinned against the Lord of Israel who is in heaven, and provoked him, he gave them over into the hands of Nebuchadnezzar king of Babylon, king of the Chaldeans;  καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ισραηλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων·
16 and they pulled down the house, and burned it, and carried the people away captive to Babylon.  τόν τε οἶκον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα.
17 But in the first year that Cyrus reigned over the country of Babylonia, King Cyrus wrote that this house should be rebuilt.  ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κῦρος οἰκοδομῆσαι τὸν οἶκον τοῦτον·
18 And the holy vessels of gold and of silver, which Nebuchadnezzar had taken out of the house in Jerusalem and stored in his own temple, these Cyrus the king took out again from the temple in Babylon, and they were delivered to Zerubbabel and Sheshbazzar the governor  καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλῶνι, καὶ παρεδόθη Ζοροβαβελ καὶ Σαναβασσάρῳ τῷ ἐπάρχῳ,
19 with the command that he should take all these vessels back and put them in the temple at Jerusalem, and that this temple of the Lord should be rebuilt on its site.  καὶ ἐπετάγη αὐτῷ ἀπενέγκαντι πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ιερουσαλημ καὶ τὸν ναὸν τοῦ κυρίου τοῦτον οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου.
20 Then this Sheshbazzar, after coming here, laid the foundations of the house of the Lord which is in Jerusalem, and although it has been in process of construction from that time until now, it has not yet reached completion.'  τότε ὁ Σαναβάσσαρος ἐκεῖνος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ, καὶ ἀπ' ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν.
21 Now therefore, if it seems wise, O king, let search be made in the royal archives of our lord the king that are in Babylon;  νῦν οὖν, εἰ κρίνεται, βασιλεῦ, ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ κυρίου βασιλέως τοῖς ἐν Βαβυλῶνι·
22 and if it is found that the building of the house of the Lord in Jerusalem was done with the consent of King Cyrus, and if it is approved by our lord the king, let him send us directions concerning these things."  καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων.
23 Then Darius commanded that search be made in the royal archives that were deposited in Babylon. And in Ecbatana, the fortress which is in the country of Media, a scroll was found in which this was recorded: Cyrus' edict found. 1Esd.6.23-26 | Ez.6.1-5Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, καὶ εὑρέθη ἐν Ἑκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς, ἐν ᾧ ὑπεμνημάτιστο τάδε
24 "In the first year of the reign of Cyrus, King Cyrus ordered the building of the house of the Lord in Jerusalem, where they sacrifice with perpetual fire;  Ἔτους πρώτου βασιλεύοντος Κύρου· βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχοῦς,
25 its height to be sixty cubits and its breadth sixty cubits, with three courses of hewn stone and one course of new native timber; the cost to be paid from the treasury of Cyrus the king;  οὗ τὸ ὕψος πήχεων ἑξήκοντα, πλάτος πήχεων ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως·
26 and that the holy vessels of the house of the Lord, both of gold and of silver, which Nebuchadnezzar took out of the house in Jerusalem and carried away to Babylon, should be restored to the house in Jerusalem, to be placed where they had been."  καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου κυρίου, τά τε χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ιερουσαλημ, οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ.
27 So Darius commanded Sisinnes the governor of Syria and Phoenicia, and Sathrabuzanes, and their associates, and those who were appointed as local rulers in Syria and Phoenicia, to keep away from the place, and to permit Zerubbabel, the servant of the Lord and governor of Judea, and the elders of the Jews to build this house of the Lord on its site. Darius orders work to continue. 1Esd.6.27-34 | Ez.6.6-12προσέταξεν δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα τοῦ κυρίου Ζοροβαβελ, ἔπαρχον δὲ τῆς Ιουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ιουδαίων τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.
28 "And I command that it be built completely, and that full effort be made to help the men who have returned from the captivity of Judea, until the house of the Lord is finished;  κἀγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι καὶ ἀτενίσαι ἵνα συμποιῶσιν τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ κυρίου·
29 and that out of the tribute of Coelesyria and Phoenicia a portion be scrupulously given to these men, that is, to Zerubbabel the governor, for sacrifices to the Lord, for bulls and rams and lambs,  καὶ ἀπὸ τῆς φορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίας τῷ κυρίῳ, Ζοροβαβελ ἐπάρχῳ, εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας,
30 and likewise wheat and salt and wine and oil, regularly every year, without quibbling, for daily use as the priests in Jerusalem may indicate,  ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατ' ἐνιαυτόν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ιερουσαλημ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ' ἡμέραν ἀναμφισβητήτως,
31 in order that libations may be made to the Most High God for the king and his children, and prayers be offered for their life."  ὅπως προσφέρωνται σπονδαὶ τῷ θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς.
32 And he commanded that if any should transgress or nullify any of the things herein written, a beam should be taken out of his house and he should be hanged upon it, and his property should be forfeited to the king.  καὶ προσέταξεν ἵνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν προειρημένων καὶ τῶν προσγεγραμμένων ἢ καὶ ἀκυρώσωσιν, λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασθῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά.
33 "Therefore may the Lord, whose name is there called upon, destroy every king and nation that shall stretch out their hands to hinder or damage that house of the Lord in Jerusalem.  διὰ ταῦτα καὶ ὁ κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον τὸν ἐν Ιερουσαλημ.
34 "I, King Darius, have decreed that it be done with all diligence as here prescribed."  ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίγνεσθαι.
    << | 1 Esdras: 6 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
Revised Standard Version of the Bible, copyright 1952 [2nd edition, 1971], Apocrypha, copyright 1957; The Third and Fourth Books of the Maccabees and Psalm 151, copyright 1977, by the Division of Christian Education of the National Council of the Churches of Christ in the United States of America. Used by permission. All rights reserved.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.