|
6 | ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ |
|
1 |
Καὶ εἶδον ὅτε ἠνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἠκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνὴ βροντῆς, Ἔρχου. | The Seals Re.6.1-17 |
2 |
καὶ εἶδον, καὶ ἰδοὺ ἱππος λευκός, καὶ ὁ καθήμενος ἐπ' αὐτὸν ἐχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ. | |
3 |
Καὶ ὅτε ἠνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν, ἠκουσα τοῦ δευτέρου ζῴου λέγοντος, Ἔρχου. | |
4 |
καὶ ἐξῆλθεν ἀλλος ἱππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ' αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. | |
5 |
Καὶ ὅτε ἠνοιξεν τὴν σφραγῖδα τὴν τρίτην, ἠκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ ἱππος μέλας, καὶ ὁ καθήμενος ἐπ' αὐτὸν ἐχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. | |
6 |
καὶ ἠκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἐλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς. | |
7 |
Καὶ ὅτε ἠνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἠκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος, Ἔρχου. | |
8 |
καὶ εἶδον, καὶ ἰδοὺ ἱππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω ὀνομα αὐτῷ Θάνατος, καὶ ὁ ᾀδης ἠκολούθει μετ' αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαία καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. | |
9 |
Καὶ ὅτε ἠνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον. | |
10 |
καὶ ἐκραξαν φωνῇ μεγάλῃ λέγοντες, Ἕως πότε, ὁ δεσπότης ὁ ἀγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; | |
11 |
καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἐτι χρόνον μικρόν, ἑως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί. | |
12 |
Καὶ εἶδον ὅτε ἠνοιξεν τὴν σφραγῖδα τὴν ἑκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἡλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὁλη ἐγένετο ὡς αἷμα, | |
13 |
καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἐπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, | |
14 |
καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὀρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. | |
15 |
καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἐκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· | |
16 |
καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, Πέσετε ἐφ' ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, | - Fall on us and hide us Re.6.16 - Hs.10.8 |
17 |
ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται σταθῆναὶ; | |
|
|
<< | ΑΠΟΚ:6 | |
|