5 | ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | ||
1 | Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἐσωθεν καὶ ὀπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. | The Scroll and the Lamb Re.5.1-14 | |
2 | καὶ εἶδον ἀγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; | ||
3 | καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὐτε βλέπειν αὐτό. | ||
4 | καὶ | ἐκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὐτε βλέπειν αὐτό.||
5 | καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. | ||
6 | Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἐχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἱ εἰσιν τὰ | πνεύματα τοῦ θεοῦ ἀπεσταλνένοι εἰς πᾶσαν τὴν γῆν.||
7 | καὶ ἦλθεν καὶ εἰληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. | ||
8 | καὶ ὅτε ἐλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἰκοσι τέσσαρες πρεσβύτεροι ἐπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἐχοντες ἑκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἱ εἰσιν αἱ προσευχαὶ τῶν ἀγίων. | ||
9 | καὶ ᾅδουδουσιν ᾠδὴν καινὴν λέγοντες, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἱματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἐθνους, | ||
10 | καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς. | ||
11 | Καὶ εἶδον, καὶ ἠκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, | ||
12 | λέγοντες φωνῇ μεγάλῃ, | ||
13 | καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἠκουσα λέγοντας, | ||
14 | καὶ τὰ τέσσαρα ζῷα ἐλεγον, Ἀμήν· καὶ οἱ πρεσβύτεροι ἐπεσαν καὶ προσεκύνησαν. | ||
<< | ΑΠΟΚ:5 | >> |
---|