19 | ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | ||
1 | Μετὰ ταῦτα ἠκουσα ὡς φωνὴν μεγάλην ὀχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων, ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν, | ||
2 | ὁτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἐκρινεν τὴν πόρνην τὴν μεγάλην ἡτις ἐφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. | ||
3 | καὶ δεύτερον εἰρηκαν, καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | ||
4 | καὶ ἐπεσαν οἱ πρεσβύτεροι οἱ εἰκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, λέγοντες, | ||
5 | Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα, πάντες οἱ δοῦλοι αὐτοῦ, οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. | The Marriage Supper of the Lamb Re.19.5-10 | |
6 | καὶ ἠκουσα ὡς φωνὴν ὀχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων, ὅτι ἐβασίλευσεν κύριος ὁ θεὸς ὁ παντοκράτωρ. | ||
7 | χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσωμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν· | ||
8 | καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἀγίων ἐστίν. | ||
9 | Καὶ λέγει μοι, Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν. | ||
10 | καὶ ἐπεσα ἐμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνης ον. ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας. | ||
11 | Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἱππος λευκός, καὶ ὁ καθήμενος ἐπ' αὐτὸν πιστὸς | καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.The Rider and the White Horse Re.19.11-21 | |
12 | οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ | φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἐχων ὀνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,||
13 | καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἱματι, καὶ κέκληται τὸ ὀνομα αὐτοῦ ὁ λόγος τοῦ θεοῦ. | ||
14 | καὶ τὰ στρατεύματα | ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ' ἱπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.||
15 | καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἐθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἰνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράρτορος. | - he will tread the wine press Re.19.15 - Ps.2.9 | |
16 | καὶ ἐχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὀνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων. | ||
17 | Καὶ εἶδον ἑνα ἀγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἐκραξεν | φωνῇ μεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ με γα τοῦ θεοῦ,||
18 | ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἱππων καὶ τῶν καθημένων ἐπ' αὐτῶν καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ με γάλων. | ||
19 | Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἱππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. | ||
20 | καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ' αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἸκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἰ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ. | ||
21 | καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἱππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὀρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν. | ||
<< | ΑΠΟΚ:19 | >> |
---|