katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

20ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

1 Καὶ εἶδον ἀγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἐχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἀλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. The Thousand Years Re.20.1-6
2 καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὀφις ὁ ἀρχαῖος, ὁς ἐστιν διάβολος καὶ ὁ Σατανᾶς, καὶ ἐδησεν αὐτὸν χίλια ἐτη,  
3 καὶ ἐβαλεν αὐτὸν εἰς τὴν ἀβυσσον καὶ ἐκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα μὴ πλανήσῃ ἐτι τὰ ἐθνη ἀχρι τελεσθῇ τὰ χίλια ἐτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρ ὸν χρόνον.  
4 Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ' αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἱτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδε τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔκαβον τὸ χάραγμα τὸ μέτωπον καὶ

 
5 οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἐζησαν ἀχρι τελεσθῇ τὰ χίλια ἐτη. αὑτη ἡ ἀνάστασις ἡ πρώτη.  
6 μακάριος καὶ ἀγιος ὁ ἐχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἐχει ἐξουσίαν, ἀλλ' ἐσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλευ σουσιν μετ' αὐτοῦ τὰ χίλια ἔτη.  
7 Καὶ ὁταν τελεσθῇ τὰ χίλια ἐτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, The Defeat of Satan Re.20.7-10
8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἐθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἀμμος τῆς θαλάσσης.

 
9 καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἀγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς·

 
10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὁπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τ ῶν αἰώνων.  
11 Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ' αὐτόν, οὗ ἀπὸ τοῦ προσώπου ἐφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. The Judgment at the Great White Throne Re.20.11-15
12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἀλλο βιβλίον ἠνοίχθη, ὁ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.

 
13 καὶ ἐδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾀδης ἐδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἑκαστος κατὰ τὰ ἐργα αὐτῶν.  
14 καὶ ὁ θάνατος καὶ ὁ ᾀδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.

 
15 καὶ εἰ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.  
    << | ΑΠΟΚ:20 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.