katapi New Study Bible - select-a-version
katapi HOME DB1 <<
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΙΑΚΩΒΟΥ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

5ΙΑΚΩΒΟΥ

1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Warning to the Rich Jas.5.1-6
2 ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,  
3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἀργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἐσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ· ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.

 
4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ' ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσεληλύθασιν.  
5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς.  
6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν.  
7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἑως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ' αὐτῷ ἑως λάβῃ ΠΡOIMON KΑI OΨIMON. Patience and Prayer Jas.5.7-20
8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου Ἤγγικεν.  
9 μὴ στενάζετε, ἀδελφοί, κατ' ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἑστηκεν.  
10 ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου.  
11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἰδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων.

- You have heard of the steadfastness of Job Jas.5.11 - Dn.12.12
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἀλλον τινὰ ὁρκον· ἠτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὒ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.  
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω.  
14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν ἀλείψαντες ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου·  
15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἀμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.  
16 ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἀμαρτίας καὶ εὐχεσθε ὑπὲρ ἀλλήλων, ὁπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.  
17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἐβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἑξ·  
18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἐδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.  
19 Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν,  
20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἀμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἀμαρτιῶν.

 
    << | ΙΑΚ:5 |  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.