| 4 | ΙΑΚΩΒΟΥ | ||
| 1 | Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; | Friendship with the World Jas.4.1-10 | |
| 2 | ἐπιθυμεῖτε, καὶ οὐκ ἐχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἐχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· | ||
| 3 | αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. | ||
| 4 | μοιχαλίδες, οὐκ οἰδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἐχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. | ||
| 5 | ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν; | ||
| 6 | μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, ταπεινοῖς δὲ δίδωσιν χάριν. | - God opposes the proud Jas.4.6 - Pr.3.34 | |
| 7 | ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ' ὑμῶν· | ||
| 8 | ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἀμαρτωλοί, καὶ ἀγνίσατε καρδίας, δίψυχοι. | ||
| 9 | ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. | ||
| 10 | ταπεινώθητε ἐνώπιον κυρίου, καὶ ὑψώσει ὑμᾶς. | ||
| 11 | Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. | Judging a Brother Jas.4.11-12 | |
| 12 | εἷς ἐστιν νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον; | ||
| 13 | Ἄγε νῦν οἱ λέγοντες, Σήμερον ἢ αὐριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν· | Warning against Boasting Jas.4.13-17 | |
| 14 | οἱτινες οὐκ ἐπίστασθε τὸ τῆς αὐριον ποία ἡ ζωὴ ὑμῶν. ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη, ἐπειτα καὶ ἀφανιζομένη· | ||
| 15 | ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ κύριος θελήσῃ, καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. | ||
| 16 | νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. | ||
| 17 | εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἀμαρτία αὐτῷ ἐστιν. | ||
| << | ΙΑΚ:4 | >> | |||
|---|---|---|---|