|
9 | ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ |
|
1 |
Εἶχε μὲν οὖν ἡ πρώτη δικαιώματα λατρείας τό τε ἀγιον κοσμικόν. | The Earthly and the Heavenly Sanctuaries Hb.9.1-22 |
2 |
σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἡ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἀρτων, ἡτις λέγεται Ἅγια· | |
3 |
μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἅγίων, | |
4 |
χρυσοῦν ἐχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἐχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκε ς τῆς διαθήκης, | |
5 |
ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἐστιν νῦν λέγειν κατὰ μέρος. | |
6 |
Τούτων δὲ οὑτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, | |
7 |
εἰς δὲ τὴν δευτέραν ἀπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἱματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, | |
8 |
τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἀγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἀγίων ὁδὸν ἐτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, | |
9 |
ἡτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, | |
10 |
μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. | |
11 |
Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ' ἐστιν οὐ ταύτης τῆς κτίσεως, | |
12 |
οὐδὲ δῖ αἱματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἱματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἀγια, αἰωνίαν λύτρωσιν εὑράμενος. | |
13 |
εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἀγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, | |
14 |
πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἀμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἐργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι. | |
15 |
Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὁπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. | |
16 |
ὁπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· | |
17 |
διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. | |
18 |
ὁθεν οὐδὲ ἡ πρώτη χωρὶς αἱματος ἐγκεκαίνισται· | |
19 |
λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὑδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν, | |
20 |
λέγων, Tοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός· | - This is the blood of the covenant Hb.9.20 - Ex.24.8 |
21 |
καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἱματι ὁμοίως ἐρράντισεν. | |
22 |
καὶ σχεδὸν ἐν αἱματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. | |
23 |
Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας. | Sin Put Away by Christ's Sacrifice Hb.9.23-10.18 |
24 |
οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἀγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν· | |
25 |
οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὡσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἀγια κατ' ἐνιαυτὸν ἐν αἱματι ἀλλοτρίῳ, | |
26 |
ἐπεὶ ἐδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἀπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἀμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. | |
27 |
καὶ καθ' ὁσον ἀπόκειται τοῖς ἀνθρώποις ἀπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, | |
28 |
οὑτως καὶ ὁ Χριστός, ἀπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἀμαρτίας, ἐκ δευτέρου χωρὶς ἀμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. | |
|
|
<< | ΕΒ:9 | >> |
|