katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

10ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

1 Σκιὰν γὰρ ἐχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἂς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι·

 
2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἐχειν ἐτι συνείδησιν ἀμαρτιῶν τοὺς λατρεύοντας ἀπαξ κεκαθαρισμένους;  
3 ἀλλ' ἐν αὐταῖς ἀνάμνησις ἀμαρτιῶν κατ' ἐνιαυτόν,  
4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἀμαρτίας.  
5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει,
Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,
σῶμα δὲ κατηρτίσω μοι·

- Sacrifices and offerings thou hast not desired Hb.10.5-7 - Ps.40.6-8
6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας
οὐκ εὐδόκησας.

 
7 τότε εἶπον,
Ἰδοὺ ἡκω,
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ,
τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.

 
8 ἀνώτερον λέγων ὅτι Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἱτινες κατὰ νόμον προσφέρονται,

- Thou hast neither desired nor taken pleasure in sacrifices Hb.10.8 - Ps.40.6
9 τότε εἰρηκεν, Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ·

- Lo, I have come to do thy will. Hb.10.9 - Ps.40.7
10 ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.

 
11 Καὶ πᾶς μὲν ἱερεὺς ἑστηκεν καθ' ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἱτινες οὐδέποτε δύνανται περιελεῖν ἀμαρτίας.

 
12 οὗτος δὲ μίαν ὑπὲρ ἀμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,

- he sat down at the right hand of God Hb.10.12 - Ps.110.1
13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ·

- his enemies should be made a stool for his feet Hb.10.13 - Ps.110.1
14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἀγιαζομένους.  
15 Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἀγιον· μετὰ γὰρ τὸ εἰρηκέναι,  
16 Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος,
διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν,
καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,

- I will put my laws on their hearts Hb.10.16 - Jr.31.33
17 καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν
οὐ μὴ μνησθήσομαι ἔτι.

- I will remember their sins and their misdeeds no more. Hb.10.17 - Jr.31.34
18 ὁπου δὲ ἀφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἀμαρτίας.  
19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἰσοδον τῶν ἀγίων ἐν τῷ αἱματι Ἰησοῦ, Exhortation and Warning Hb.10.19-39
20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ' ἐστιν τῆς σαρκὸς αὐτοῦ,

 
21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,

 
22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὑδατι καθαρῷ·  
23 κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος·  
24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἐργων,  
25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἐθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὁσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.  
26 Ἑκουσίως γὰρ ἀμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἀμαρτιῶν ἀπολείπεται θυσία,  
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.

 
28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·

- A man who has violated the law of Moses dies Hb.10.28 - Dt.17.6, Dt.19.15
29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;

 
30 οἰδαμεν γὰρ τὸν εἰπόντα,
Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω·
καὶ πάλιν,
Kρινεῖ κύριος τὸν λαὸν αὐτοῦ.

- For we know him who said "Vengeance is mine, I will repay." And again, "The Lord will judge Hb.10.30 - Dt.32.35
31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.  
32 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἀθλησιν ὑπεμείνατε παθημάτων,  
33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὑτως ἀναστρεφομένων γενηθέντες·  
34 καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἀρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἐχειν ἑαυτοὺς κρείττονα ὑπαρξιν καὶ μένουσαν.  
35 μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἡτις ἐχει μεγάλην μισθαποδοσίαν,  
36 ὑπομονῆς γὰρ ἐχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.  
37 ἐτι γὰρ μικρὸν ὁσον ὁσον,
ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·

- Hb.10.37 - Hab.2.3-4, Is.26.20
38 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.

but my righteous one shall live by faith Hb.10.38 - Ro.1.17, Ga.3.11
39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

 
    << | ΕΒ:10 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.