| 5 | ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | ||
| 1 | Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἀμαρτιῶν, | ||
| 2 | μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, | ||
| 3 | καὶ δῖ αὐτὴν ὀφείλει καθὼς περὶ τοῦ λαοῦ οὑτως καὶ περὶ αὐτοῦ προσφέρειν περὶ ἀμαρτιῶν. | ||
| 4 | καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθώσπερ καὶ Ἀαρών. | ||
| 5 | Οὑτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν, ἐγὼ σήμερον γεγέννηκά σε· | - Thou art my Son, today I have begotten thee Hb.5.5 - Ps.2.7 | |
| 6 | καθὼς καὶ ἐν ἑτέρῳ λέγει, κατὰ τὴν τάξιν Μελχισέδεκ. | - a priest for ever, after the order of Melchiz'edek. Hb.5.6 - Ps.110.4 | |
| 7 | ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπ ὸ τῆς εὐλαβείας, | ||
| 8 | καίπερ ὢν υἱὸς ἐμαθεν ἀφ' ὧν ἐπαθεν τὴν ὑπακοήν· | ||
| 9 | καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἰτιος σωτηρίας αἰωνίου, | ||
| 10 | προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ. | - a high priest after the order of Melchiz'edek. Hb.5.10 - Ps.110.4 | |
| 11 | Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. | Warning against Apostasy Hb.5.11-6.12 | |
| 12 | καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἐχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἐχοντες γάλ ακτος, οὐ στερεᾶς τροφῆς. | ||
| 13 | πᾶς γὰρ ὁ μετέχων γάλακτος ἀπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν· | ||
| 14 | τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἑξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. | ||
| << | ΕΒ:5 | >> | |||
|---|---|---|---|