| 4 | ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | ||
| 1 | Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· | ||
| 2 | καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν. | ||
| 3 | εἰσερχόμεθα γὰρ εἰς κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἰρηκεν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, | - As I swore in my wrath Hb.4.3 - Ps.95.11 | |
| 4 | εἰρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὑτως, Kαὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· | - And God rested on the seventh day Hb.4.4 - Gn.2.2 | |
| 5 | καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. | - They shall never enter my rest. Hb.4.5 - Ps.95.11 | |
| 6 | ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δῖ ἀπείθειαν, | ||
| 7 | πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. | - Today, when you hear his voice Hb.4.7-11 - Ps.95.7-8 | |
| 8 | εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἀλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. | ||
| 9 | ἀρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ· | ||
| 10 | ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἐργων αὐτοῦ ὡσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός. | ||
| 11 | σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. | ||
| 12 | Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἀχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἀρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμ ήσεων καὶ ἐννοιῶν καρδίας· | ||
| 13 | καὶ οὐκ ἐστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. | ||
| 14 | Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας· | Jesus the Great High Priest Hb.4.14-5.10 | |
| 15 | οὐ γὰρ ἐχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἀμαρτίας. | ||
| 16 | προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἐλεος καὶ χάριν εὑρωμεν εἰς εὐκαιρον βοήθειαν. | ||
| << | ΕΒ:4 | >> | |||
|---|---|---|---|