| 5 | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α | ||
| 1 | Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, | Duties toward Others 1Tm.5.1-6.2 | |
| 2 | πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἀγνείᾳ. | ||
| 3 | Χήρας τίμα τὰς ὀντως χήρας. | ||
| 4 | εἰ δέ τις χήρα τέκνα ἢ ἐκγονα ἐχει, μανθανέτωσαν πρῶτον τὸν ἰδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. | ||
| 5 | ἡ δὲ ὀντως χήρα καὶ μεμονωμένη ἠλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· | ||
| 6 | ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. | ||
| 7 | καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν. | ||
| 8 | εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἠρνηται καὶ ἐστιν ἀπίστου χείρων. | ||
| 9 | Χήρα καταλεγέσθω μὴ ἐλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, | ||
| 10 | ἐν ἐργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἀγίων πόδας ἐνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἐργῳ ἀγαθῷ ἐπηκολούθησεν. | ||
| 11 | νεωτέρας δὲ χήρας παραιτοῦ· ὁταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, | ||
| 12 | ἐχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· | ||
| 13 | ἀμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. | ||
| 14 | βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· | ||
| 15 | ἠδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. | ||
| 16 | εἰ τις πιστὴ ἐχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὀντως χήραις ἐπαρκέσῃ. | ||
| 17 | Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ· | ||
| 18 | λέγει γὰρ ἡ γραφή, βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. | - You shall not muzzle an ox 1Tm.5.18 - Dt.25.4 | |
| 19 | κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. | - on the evidence of two or three witnesses 1Tm.5.19 - Dt.17.6, Dt.19.15 | |
| 20 | τοὺς ἀμαρτάνοντας ἐνώπιον πάντων ἐλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἐχωσιν. | ||
| 21 | Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. | ||
| 22 | χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἀμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἀγνὸν τήρει. | ||
| 23 | Μηκέτι ὑδροπότει, ἀλλὰ οἰνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας. | ||
| 24 | Τινῶν ἀνθρώπων αἱ ἀμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν· | ||
| 25 | ὡσαύτως καὶ τὰ ἐργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἀλλως ἐχοντα κρυβῆναι οὐ δύνανται. | ||
| << | ΤΙΜα:5 | >> | |||
|---|---|---|---|