|
2 | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α |
|
1 |
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, | Instructions concerning Prayer 1Tm.2.1-15 |
2 |
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὀντων, ἵνα ἠρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. | |
3 |
τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, | |
4 |
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. | |
5 |
εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, | |
6 |
ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· | |
7 |
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος - ἀλήθειαν λέγω, οὐ ψεύδομαι - διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. | |
8 |
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἀνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· | |
9 |
ὡσαύτως γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, | |
10 |
ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δῖ ἐργων ἀγαθῶν. | |
11 |
γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· | |
12 |
διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. | |
13 |
Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· | |
14 |
καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. | |
15 |
σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἀγιασμῷ μετὰ σωφροσύνης. | |
|
|
<< | ΤΙΜα:2 | >> |
|