| 4 | ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ | ||
| 1 | Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὑτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί. | ||
| 2 | Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. | Exhortations Php.4.2-9 | |
| 3 | ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαμβάνου αὐταῖς, αἱτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν Βίβλῳ ζωῆς. | ||
| 4 | Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. | ||
| 5 | τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς. | ||
| 6 | μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν. | ||
| 7 | καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. | ||
| 8 | Τὸ λοιπόν, ἀδελφοί, ὁσα ἐστὶν ἀληθῆ, ὁσα σεμνά, ὁσα δίκαια, ὁσα ἀγνά, ὁσα προσφιλῆ, ὁσα εὐφημα, εἰ τις ἀρετὴ καὶ εἰ τις ἐπαινος, ταῦτα λογίζεσθε· | ||
| 9 | ἂ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἰδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἐσται μεθ' ὑμῶν. | ||
| 10 | Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἠδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ' ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ. | Acknowledgment of the Philippians' Gift Php.4.10-20 | |
| 11 | οὐχ ὅτι καθ' ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἐμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. | ||
| 12 | οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. | ||
| 13 | πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με. | ||
| 14 | πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. | ||
| 15 | Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μ όνοι· | ||
| 16 | ὁτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἀπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. | ||
| 17 | οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. | ||
| 18 | ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ. | ||
| 19 | ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. | ||
| 20 | τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. | ||
| 21 | Ἀσπάσασθε πάντα ἀγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. | Final Greetings Php.4.21-23 | |
| 22 | ἀσπάζονται ὑμᾶς πάντες οἱ ἀγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. | ||
| 23 | ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. | ||
| << | ΦΙΛ:4 | | |||
|---|---|---|---|