|
4 | ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ |
|
1 |
Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὑτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί. | |
2 |
Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. | Exhortations Php.4.2-9 |
3 |
ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαμβάνου αὐταῖς, αἱτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν Βίβλῳ ζωῆς. | |
4 |
Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. | |
5 |
τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς. | |
6 |
μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν. | |
7 |
καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. | |
8 |
Τὸ λοιπόν, ἀδελφοί, ὁσα ἐστὶν ἀληθῆ, ὁσα σεμνά, ὁσα δίκαια, ὁσα ἀγνά, ὁσα προσφιλῆ, ὁσα εὐφημα, εἰ τις ἀρετὴ καὶ εἰ τις ἐπαινος, ταῦτα λογίζεσθε· | |
9 |
ἂ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἰδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἐσται μεθ' ὑμῶν. | |
10 |
Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἠδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ' ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ. | Acknowledgment of the Philippians' Gift Php.4.10-20 |
11 |
οὐχ ὅτι καθ' ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἐμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. | |
12 |
οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. | |
13 |
πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με. | |
14 |
πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. | |
15 |
Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μ όνοι· | |
16 |
ὁτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἀπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. | |
17 |
οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. | |
18 |
ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ. | |
19 |
ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. | |
20 |
τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. | |
21 |
Ἀσπάσασθε πάντα ἀγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. | Final Greetings Php.4.21-23 |
22 |
ἀσπάζονται ὑμᾶς πάντες οἱ ἀγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. | |
23 |
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. | |
|
|
<< | ΦΙΛ:4 | |
|