| 2 | ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ | ||
| 1 | Εἰ τις οὖν παράκλησις ἐν Χριστῷ, εἰ τι παραμύθιον ἀγάπης, εἰ τις κοινωνία πνεύματος, εἰ τις σπλάγχνα καὶ οἰκτιρμοί, | Christian Humility and Christ's Humility Php.2.1-11 | |
| 2 | πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἐχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, | ||
| 3 | μηδὲν κατ' ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, | ||
| 4 | μὴ τὰ ἑαυτῶν ἑκαστος σκοποῦντες, ἀλλὰ τὰ ἑτέρων ἑκαστοι. | ||
| 5 | τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, | ||
| 6 | ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἰσα θεῷ, | Php.2.6-11 | |
| 7 | ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος | ||
| 8 | ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. | ||
| 9 | διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὀνομα τὸ ὑπὲρ πᾶν ὀνομα, | ||
| 10 | ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ ΠΑN ΓONΥ KΑMΨH ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, | - every knee should bow and under the earth, Php.2.10 - Is.45.23 | |
| 11 | KΑI ΠΑΣΑ ΓΛΩΣΣΑ ΕΞOMOΛOΓHΣHTΑI ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν ΘΕΟΥ πατρός. | ||
| 12 | Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργα ζεσθε· | Shining as Lights in the World Php.2.12-18 | |
| 13 | θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. | ||
| 14 | πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, | ||
| 15 | ἵνα γένησθε ἀμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἀμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, | ||
| 16 | λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἐδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. | ||
| 17 | ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· | ||
| 18 | τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. | ||
| 19 | Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. | Timothy and Epaphroditus Php.2.19-30 | |
| 20 | οὐδένα γὰρ ἐχω ἰσόψυχον ὁστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει, | ||
| 21 | οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. | ||
| 22 | τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. | ||
| 23 | τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· | ||
| 24 | πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. | ||
| 25 | Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, | ||
| 26 | ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. | ||
| 27 | καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ· ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. | ||
| 28 | σπουδαιοτέρως οὖν ἐπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. | ||
| 29 | προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἐχετε, | ||
| 30 | ὁτι διὰ τὸ ἐργον Χριστοῦ μέχρι θανάτου ἠγγισεν, παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. | ||
| << | ΦΙΛ:2 | >> | |||
|---|---|---|---|