|
| 2 | ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ |
|
| 1 |
Εἰ τις οὖν παράκλησις ἐν Χριστῷ, εἰ τι παραμύθιον ἀγάπης, εἰ τις κοινωνία πνεύματος, εἰ τις σπλάγχνα καὶ οἰκτιρμοί, | Christian Humility and Christ's Humility Php.2.1-11 |
| 2 |
πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἐχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, | |
| 3 |
μηδὲν κατ' ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, | |
| 4 |
μὴ τὰ ἑαυτῶν ἑκαστος σκοποῦντες, ἀλλὰ τὰ ἑτέρων ἑκαστοι. | |
| 5 |
τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, | |
| 6 |
ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἰσα θεῷ, | Php.2.6-11 |
| 7 |
ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος | |
| 8 |
ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. | |
| 9 |
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὀνομα τὸ ὑπὲρ πᾶν ὀνομα, | |
| 10 |
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ ΠΑN ΓONΥ KΑMΨH ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, | - every knee should bow and under the earth, Php.2.10 - Is.45.23 |
| 11 |
KΑI ΠΑΣΑ ΓΛΩΣΣΑ ΕΞOMOΛOΓHΣHTΑI ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν ΘΕΟΥ πατρός. | |
| 12 |
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργα ζεσθε· | Shining as Lights in the World Php.2.12-18 |
| 13 |
θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. | |
| 14 |
πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, | |
| 15 |
ἵνα γένησθε ἀμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἀμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, | |
| 16 |
λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἐδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. | |
| 17 |
ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· | |
| 18 |
τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. | |
| 19 |
Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. | Timothy and Epaphroditus Php.2.19-30 |
| 20 |
οὐδένα γὰρ ἐχω ἰσόψυχον ὁστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει, | |
| 21 |
οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. | |
| 22 |
τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. | |
| 23 |
τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· | |
| 24 |
πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. | |
| 25 |
Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, | |
| 26 |
ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. | |
| 27 |
καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ· ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. | |
| 28 |
σπουδαιοτέρως οὖν ἐπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. | |
| 29 |
προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἐχετε, | |
| 30 |
ὁτι διὰ τὸ ἐργον Χριστοῦ μέχρι θανάτου ἠγγισεν, παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. | |
| |
|
<< | ΦΙΛ:2 | >> |
|