| 2 | ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ | ||
| 1 | Καὶ ὑμᾶς ὀντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ὑμῶν, | From Death to Life Eph.2.1-10 | |
| 2 | ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἀρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· | ||
| 3 | ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἠμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί· | ||
| 4 | ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, | ||
| 5 | καὶ ὀντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ - χάριτί ἐστε σεσῳσμένοι - | ||
| 6 | καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, | ||
| 7 | ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. | ||
| 8 | τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον· | ||
| 9 | οὐκ ἐξ ἐργων, ἵνα μή τις καυχήσηται. | ||
| 10 | αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἐργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. | ||
| 11 | Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἐθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, | One in Christ Eph.2.11-22 | |
| 12 | ὁτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἐχοντες καὶ ἀθεοι ἐν τῷ κόσμῳ. | ||
| 13 | νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἱματι τοῦ Χριστοῦ. | ||
| 14 | Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἐχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ, | ||
| 15 | τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἑνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, | ||
| 16 | καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἐχθραν ἐν αὐτῷ. | ||
| 17 | καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς· | - And he came and preached peace to you who were far Eph.2.17 - Is.57.19, Is.52.7, Zch.9.10 | |
| 18 | ὁτι δῖ αὐτοῦ ἐχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. | ||
| 19 | ἀρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἀγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, | ||
| 20 | ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὀντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, | ||
| 21 | ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὐξει εἰς ναὸν ἀγιον ἐν κυρίῳ, | ||
| 22 | ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. | ||
| << | ΕΦ:2 | >> | |||
|---|---|---|---|