| 3 | ΠΡΟΣ ΓΑΛΑΤΑΣ | ||
| 1 | Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος; | Law or Faith Ga.3.1-14 | |
| 2 | τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἐργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; | ||
| 3 | οὑτως ἀνόητοί ἐστὲ ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθὲ; | ||
| 4 | τοσαῦτα ἐπάθετε εἰκῇ; εἰ γε καὶ εἰκῇ. | ||
| 5 | ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἐργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; | ||
| 6 | καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. | - Thus Abraham believed God Ga.3.6 - Gn.15.6 | |
| 7 | Γινώσκετε ἀρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ. | ||
| 8 | προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἐθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. | - In you shall all the nations be blessed Ga.3.8 - Gn.12.3 | |
| 9 | ὡστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. | ||
| 10 | ὁσοι γὰρ ἐξ ἐργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. | - Cursed be every one who does not abide by all things written in the book Ga.3.10 - Dt.27.26 | |
| 11 | ὁτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσετα· | - He who through faith is righteous shall live Ga.3.11 - Hab.2.4 | |
| 12 | ὁ δὲ νόμος οὐκ ἐστιν ἐκ πίστεως, ἀλλ' Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. | - He who does them shall live by them Ga.3.12 - Lv.18.5 | |
| 13 | Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, | - Cursed be every one who hangs on a tree Ga.3.13 - Dt.21.23 | |
| 14 | ἵνα εἰς τὰ ἐθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως. | ||
| 15 | Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὁμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. | The Law and the Promise Ga.3.15-20 | |
| 16 | τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός, Kαὶ τῷ σπέρματί σου, ὁς ἐστιν Χριστός. | - Now the promises were made to Abraham Ga.3.16 - Gn.12.7, Gn.13.15, Gn.17.7 | |
| 17 | τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἐτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. | ||
| 18 | εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δῖ ἐπαγγελίας κεχάρισται ὁ θεός. | ||
| 19 | Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἀχρις οὗ ἐλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δῖ ἀγγέλων ἐν χειρὶ μεσίτου. | ||
| 20 | ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἐστιν, ὁ δὲ θεὸς εἷς ἐστιν. | ||
| 21 | Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν ; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὀντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη. | Slaves and Sons Ga.3.21-4.7 | |
| 22 | ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἀμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. | ||
| 23 | Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. | ||
| 24 | ὡστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· | ||
| 25 | ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. | ||
| 26 | Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. | ||
| 27 | ὁσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· | ||
| 28 | οὐκ ἐνι Ἰουδαῖος οὐδὲ Ἑλλην, οὐκ ἐνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἐνι ἀρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. | ||
| 29 | εἰ δὲ ὑμεῖς Χριστοῦ, ἀρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατ' ἐπαγγελίαν κληρονόμοι. | ||
| << | ΓΑΛ:3 | >> | |||
|---|---|---|---|