katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

9ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β

1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἀγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν, The Offering for the Saints 2Cor.9.1-15
2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ τὸ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας.

 
3 ἐπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἐλεγον παρεσκευασμένοι ἦτε,  
4 μή πως ἐὰν ἐλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὑρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγω ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ.

 
5 ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὑτως ὡς εὐλογίαν κα ὶ μὴ ὡς πλεονεξίαν.  
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ' εὐλογίαις ἐπ' εὐλογίαις καὶ θερίσει.  
7 ἑκαστος καθὼς προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός.

- for God loves a cheerful giver. 2Cor.9.7 - Pr.22.8
8 δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἐχοντες περισσεύητε εἰς πᾶν ἐργον ἀγαθόν,  
9 καθὼς γέγραπται,
Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν,
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

- He scatters abroad, he gives to the poor 2Cor.9.9 - Ps.112.9
10 ὁ δὲ ἐπιχορηγῶν σπόρον τῷ σπείροντι καὶ ἀρτον εἰς βρῶσιν χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·

 
11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἀπλότητα, ἡτις κατεργάζεται δῖ ἡμῶν εὐχαριστίαν τῷ θεῷ -  
12 ὁτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἀγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ -  
13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἀπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας,

 
14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ' ὑμῖν.  
15 χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.  
    << | ΚΟΡβ:9 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.