| 8 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Περὶ δὲ τῶν εἰδωλοθύτων, οἰδαμεν ὅτι πάντες γνῶσιν ἐχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. | Food Offered to Idols 1Cor.8.1-13 | |
| 2 | εἰ τις δοκεῖ ἐγνωκέναι τι, οὐπω ἐγνω καθὼς δεῖ γνῶναι· | ||
| 3 | εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἐγνωσται ὑπ' αὐτοῦ. | ||
| 4 | Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἰδαμεν ὅτι οὐδὲν εἰδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς. | ||
| 5 | καὶ γὰρ εἰπερ εἰσὶν λεγόμενοι θεοὶ εἰτε ἐν οὐρανῷ εἰτε ἐπὶ γῆς, ὡσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, | ||
| 6 | ἀλλ' ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δῖ οὗ τὰ πάντα καὶ ἡμεῖς δῖ αὐτοῦ. | ||
| 7 | Ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνηθείᾳ ἑως ἀρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. | ||
| 8 | βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· οὐτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα, οὐτε ἐὰν φάγωμεν περισσεύομεν. | ||
| 9 | βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὑτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν. | ||
| 10 | ἐὰν γάρ τις ἰδῃ σὲ τὸν ἐχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὀντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; | ||
| 11 | ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς δῖ ὃν Χριστὸς ἀπέθανεν. | ||
| 12 | οὑτως δὲ ἀμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἀμαρτάνετε. | ||
| 13 | διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. | ||
| << | ΚΟΡα:8 | | |||
|---|---|---|---|