| 6 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Τολμᾷ τις ὑμῶν πρᾶγμα ἐχων πρὸς τὸν ἑτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἀγίων; | Going to Law before Unbelievers 1Cor.6.1-11 | |
| 2 | ἢ οὐκ οἰδατε ὅτι οἱ ἀγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; | ||
| 3 | οὐκ οἰδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; | ||
| 4 | βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἐχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετὲ; | ||
| 5 | πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὑτως οὐκ ἐνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; | ||
| 6 | ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; | ||
| 7 | ἠδη μὲν ὁλως ἡττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἐχετε μεθ' ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθὲ διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθὲ; | ||
| 8 | ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς. | ||
| 9 | ἢ οὐκ οἰδατε ὅτι ἀδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὐτε πόρνοι οὐτε εἰδωλολάτραι οὐτε μοιχοὶ οὐτε μαλακοὶ οὐτε ἀρσενοκοῖται | ||
| 10 | οὐτε κλέπται οὐτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἀρπαγες βασιλείαν θεοῦ κληρονομήσουσιν. | ||
| 11 | καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν. | ||
| 12 | Πάντα μοι ἐξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. πάντα μοι ἐξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. | Glorify God in Your Body 1Cor.6.12-20 | |
| 13 | τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· | ||
| 14 | ὁ δὲ θεὸς καὶ τὸν κύριον ἠγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. | ||
| 15 | οὐκ οἰδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἀρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλὴ μὴ γένοιτο. | ||
| 16 | οὐκ οἰδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. | - The two shall become one flesh 1Cor.6.16 - Gn.2.24 | |
| 17 | ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. | ||
| 18 | φεύγετε τὴν πορνείαν· πᾶν ἀμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἰδιον σῶμα ἀμαρτάνει. | ||
| 19 | ἢ οὐκ οἰδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἀγίου πνεύματός ἐστιν, οὗ ἐχετε ἀπὸ θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; | ||
| 20 | ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν. | ||
| << | ΚΟΡα:6 | | |||
|---|---|---|---|