| 5 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἡτις οὐδὲ ἐν τοῖς ἐθνεσιν, ὡστε γυναῖκά τινα τοῦ πατρὸς ἐχειν. | Judgment against Immorality 1Cor.5.1-13 | |
| 2 | καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἐργον τοῦτο πράξας; | ||
| 3 | ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἠδη κέκρικα ὡς παρὼν τὸν οὑτως τοῦτο κατεργασάμενον | ||
| 4 | ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ, | ||
| 5 | παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὀλεθρον τῆς σαρκός, ἵνα τὸ Πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. | ||
| 6 | Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἰδατε ὅτι μικρὰ ζύμη ὁλον τὸ φύραμα ζυμοῖ; | ||
| 7 | ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἀζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός· | ||
| 8 | ὡστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. | ||
| 9 | Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, | ||
| 10 | οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἀρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἀρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. | ||
| 11 | νῦν δὲ ἐγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἀρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. | ||
| 12 | τί γάρ μοι τοὺς ἐξω κρίνειν; οὐχὶ τοὺς ἐσω ὑμεῖς κρίνετὲ; | ||
| 13 | τοὺς δὲ ἐξω ὁ θεὸς κρινεῖ. ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. | - Drive out the wicked person from among you 1Cor.5.13 - Dt.17.7, Dt.19.19, Dt.22.21 | |
| << | ΚΟΡα:5 | | |||
|---|---|---|---|