| 
		| 3    | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | 
		
  | 
	| 1 | 
	Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.  | Fellow Workmen for God 1Cor.3.1-23 | 
	| 2 | 
	γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὐπω γὰρ ἐδύνασθε. ἀλλ' οὐδὲ ἐτι νῦν δύνασθε,  |   | 
	| 3 | 
	ἐτι γὰρ σαρκικοί ἐστε. ὁπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἐρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτὲ;  |   | 
	| 4 | 
	ὁταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἑτερος δέ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστὲ;  |   | 
	| 5 | 
	τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δῖ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἐδωκεν.  |   | 
	| 6 | 
	ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὐξανεν·  |   | 
	| 7 | 
	ὡστε οὐτε ὁ φυτεύων ἐστίν τι οὐτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός.  |   | 
	| 8 | 
	ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἑν εἰσιν, ἑκαστος δὲ τὸν ἰδιον μισθὸν λήμψεται κατὰ τὸν ἰδιον κόπον.  |   | 
	| 9 | 
	θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.  |   | 
	| 10 | 
	Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἐθηκα, ἀλλος δὲ ἐποικοδομεῖ. ἑκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·  |   | 
	| 11 | 
	θεμέλιον γὰρ ἀλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὁς ἐστιν Ἰησοῦς Χριστός.  |   | 
	| 12 | 
	εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἀργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,   |   | 
	| 13 | 
	ἑκάστου τὸ ἐργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἐργον ὁποῖόν ἐστιν τὸ πῦρ  δοκιμάσει.  |   | 
	| 14 | 
	εἰ τινος τὸ ἐργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται·   |   | 
	| 15 | 
	εἰ τινος τὸ ἐργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὑτως δὲ ὡς διὰ πυρός.  |   | 
	| 16 | 
	οὐκ οἰδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;   |   | 
	| 17 | 
	εἰ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἀγιός ἐστιν, οἱτινές ἐστε ὑμεῖς.  |   | 
	| 18 | 
	Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἰ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.  |   | 
	| 19 | 
	ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·  | - He catches the wise in their craftiness 1Cor.3.19 - Jb.5.13 | 
	| 20 | 
	καὶ πάλιν, Kύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι.  | - The Lord knows that the thoughts of the wise are futile 1Cor.3.20 - Ps.94.11 | 
	| 21 | 
	ὡστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,  |   | 
	| 22 | 
	εἰτε Παῦλος εἰτε Ἀπολλῶς εἰτε Κηφᾶς εἰτε κόσμος εἰτε ζωὴ εἰτε θάνατος εἰτε ἐνεστῶτα εἰτε μέλλοντα, πάντα ὑμῶν,  |   | 
	| 23 | 
	ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.  |   | 
	|   | 
	  | 
	<< | ΚΟΡα:3    |  | 
	  |