|
3 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α |
|
1 |
Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. | Fellow Workmen for God 1Cor.3.1-23 |
2 |
γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὐπω γὰρ ἐδύνασθε. ἀλλ' οὐδὲ ἐτι νῦν δύνασθε, | |
3 |
ἐτι γὰρ σαρκικοί ἐστε. ὁπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἐρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτὲ; | |
4 |
ὁταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἑτερος δέ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστὲ; | |
5 |
τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δῖ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἐδωκεν. | |
6 |
ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὐξανεν· | |
7 |
ὡστε οὐτε ὁ φυτεύων ἐστίν τι οὐτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός. | |
8 |
ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἑν εἰσιν, ἑκαστος δὲ τὸν ἰδιον μισθὸν λήμψεται κατὰ τὸν ἰδιον κόπον. | |
9 |
θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε. | |
10 |
Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἐθηκα, ἀλλος δὲ ἐποικοδομεῖ. ἑκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· | |
11 |
θεμέλιον γὰρ ἀλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὁς ἐστιν Ἰησοῦς Χριστός. | |
12 |
εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἀργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, | |
13 |
ἑκάστου τὸ ἐργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἐργον ὁποῖόν ἐστιν τὸ πῦρ δοκιμάσει. | |
14 |
εἰ τινος τὸ ἐργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· | |
15 |
εἰ τινος τὸ ἐργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὑτως δὲ ὡς διὰ πυρός. | |
16 |
οὐκ οἰδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; | |
17 |
εἰ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἀγιός ἐστιν, οἱτινές ἐστε ὑμεῖς. | |
18 |
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἰ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. | |
19 |
ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· | - He catches the wise in their craftiness 1Cor.3.19 - Jb.5.13 |
20 |
καὶ πάλιν, Kύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. | - The Lord knows that the thoughts of the wise are futile 1Cor.3.20 - Ps.94.11 |
21 |
ὡστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, | |
22 |
εἰτε Παῦλος εἰτε Ἀπολλῶς εἰτε Κηφᾶς εἰτε κόσμος εἰτε ζωὴ εἰτε θάνατος εἰτε ἐνεστῶτα εἰτε μέλλοντα, πάντα ὑμῶν, | |
23 |
ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ. | |
|
|
<< | ΚΟΡα:3 | >> |
|