| 3 | ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ | ||
| 1 | Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; | ||
| 2 | πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. | ||
| 3 | τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσεὶ; | ||
| 4 | μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται, καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε. | - That thou mayest be justified in thy words Ro.3.4 - Ps.51.4 | |
| 5 | εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἀδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. | ||
| 6 | μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; | ||
| 7 | εἰ δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἐτι κἀγὼ ὡς ἀμαρτωλὸς κρίνομαὶ; | ||
| 8 | καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἐλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἐνδικόν ἐστιν. | ||
| 9 | Τί οὖν; προεχόμεθὰ; οὐ πάντως, προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἑλληνας πάντας ὑφ' ἀμαρτίαν εἶναι, | There is None Righteous Ro.3.9-20 | |
| 10 | καθὼς γέγραπται ὅτι | - None is righteous, no, not one. Ro.3.10-12 - Ps.14.1-3, Ps.53.1, Ec.7.20 | |
| 11 | οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν. | ||
| 12 | πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. | ||
| 13 | τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, | - Their throat is an open grave. Ro.3.13 - Ps.5.9, Ps.140.3 | |
| 14 | ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· | - Their mouth is full of curses and bitterness. Ro.3.14 - Ps.10.7 | |
| 15 | ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, | - Their feet are swift to shed blood Ro.3.15-17 - Is.59.7-8 | |
| 16 | σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, | ||
| 17 | καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. | ||
| 18 | οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. | - There is no fear of God before their eyes Ro.3.18 - Ps.36.1 | |
| 19 | Οἰδαμεν δὲ ὅτι ὁσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· | ||
| 20 | διότι ἐξ ἐργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἀμαρτίας. | - through the law comes knowledge of sin Ro.3.20 - Ps.143.2 | |
| 21 | Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, | Righteousness through Faith Ro.3.21-31 | |
| 22 | δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν διαστολή· | ||
| 23 | πάντες γὰρ ἡμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, | ||
| 24 | δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· | ||
| 25 | ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἱματι εἰς ἐνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἀμαρτημάτων | ||
| 26 | ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς τὴν ἐνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. | ||
| 27 | Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμοὺ; τῶν ἐργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. | ||
| 28 | λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἐργων νόμου. | ||
| 29 | ἢ Ἰουδαίων ὁ θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, | ||
| 30 | εἰπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. | ||
| 31 | νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστάνομεν. | ||
| << | ΡΩΜ:3 | >> | |||
|---|---|---|---|