| 5 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. | The Healing at the Pool Jn.5.1-18 (Jerusalem) - | |
| 2 | ἐστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθζαθά, πέντε στοὰς ἐχουσα. | ||
| 3 | ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν. | ||
| 4 | |||
| 5 | ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα ὀκτὼ ἐτη ἐχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ· | ||
| 6 | τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἠδη χρόνον ἐχει, λέγει αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαὶ; | ||
| 7 | ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, Κύριε, ἄνθρωπον οὐκ ἐχω ἵνα ὁταν ταραχθῇ τὸ ὑδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἐρχομαι ἐγὼ ἀλλος πρὸ ἐμοῦ καταβαίνει. | ||
| 8 | λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. | ||
| 9 | καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. | ||
| 10 | ἐλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, Σάββατόν ἐστιν, καὶ οὐκ ἐξεστίν σοι ἆραι τὸν κράβαττόν σου. | ||
| 11 | ὁ δὲ ἀπεκρίθη αὐτοῖς, Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. | ||
| 12 | ἠρώτησαν αὐτόν, Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, Ἆρον καὶ περιπάτεὶ; | ||
| 13 | ὁ δὲ ἰαθεὶς οὐκ ᾐδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὀχλου ὀντος ἐν τῷ τόπῳ. | ||
| 14 | μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ, Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἀμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. | ||
| 15 | ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. | ||
| 16 | καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. | ||
| 17 | ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, Ὁ πατήρ μου ἑως ἀρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. | ||
| 18 | διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἐλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἰδιον ἐλεγεν τὸν θεόν, ἰσον ἑαυτὸν ποιῶν τῷ θεῷ. | ||
| 19 | Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ἐλεγεν αὐτοῖς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἂ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. | The Authority of the Son Jn.5.19-29 (Jerusalem) - | |
| 20 | ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἂ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἐργα, ἵνα ὑμεῖς θαυμάζητε. | ||
| 21 | ὡσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὑτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. | ||
| 22 | οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, | ||
| 23 | ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. | ||
| 24 | Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἐχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἐρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωην. | ||
| 25 | ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐρχεται ὡρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν. | ||
| 26 | ὡσπερ γὰρ ὁ πατὴρ ἐχει ζωὴν ἐν ἑαυτῷ, οὑτως καὶ τῷ υἱῷ ἐδωκεν ζωὴν ἐχειν ἐν ἑαυτῷ· | ||
| 27 | καὶ ἐξουσίαν ἐδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. | ||
| 28 | μὴ θαυμάζετε τοῦτο, ὅτι ἐρχεται ὡρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ | ||
| 29 | καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. | ||
| 30 | Oὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. - | Witnesses to Jesus Jn.5.30-47 (Jerusalem) - | |
| 31 | ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἐστιν ἀληθής· | ||
| 32 | ἀλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. | ||
| 33 | ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρΤύρηκεν τῇ ἀληθείᾳ· | ||
| 34 | ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. | ||
| 35 | ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὡραν ἐν τῷ φωτὶ αὐτοῦ. | ||
| 36 | ἐγὼ δὲ ἐχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἐργα ἂ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἐργα ἂ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλ κεν· | ||
| 37 | καὶ ὁ πέμψας με πατὴρ ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὐτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὐτε εἶδος αὐτοῦ ἑωράκατε, | ||
| 38 | καὶ τὸν λόγον αὐτοῦ οὐκ ἐχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε. | ||
| 39 | ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἐχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· | ||
| 40 | καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἐχητε. | ||
| 41 | Dόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, | ||
| 42 | ἀλλὰ ἐγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἐχετε ἐν ἑαυτοῖς. | ||
| 43 | ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἀλλος ἐλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. | ||
| 44 | πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτὲ | ||
| 45 | μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἐστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. | ||
| 46 | εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἐγραψεν. | ||
| 47 | εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετὲ; | ||
| << | ΙΝ:5 | | |||
|---|---|---|---|