|
| 4 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ |
|
| 1 |
Ὡς οὖν ἐγνω ὁ Ἰησοῦς ὅτι ἠκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης | Jesus and the Woman of Samaria Jn.4.1-42 (Sychar) - |
| 2 |
- καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ' οἱ μαθηταὶ αὐτοῦ - | |
| 3 |
ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν. | |
| 4 |
ἐδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. | |
| 5 |
ἐρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἐδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· | |
| 6 |
ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὑτως ἐπὶ τῇ πηγῇ· ὡρα ἦν ὡς ἑκτη. | |
| 7 |
Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὑδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι πεῖν· | |
| 8 |
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. | |
| 9 |
λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὐσης; (οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις.) | |
| 10 |
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾐδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πεῖν, σὺ ἂν ᾐτησας αὐτὸν καὶ ἐδωκεν ἀν σοι ὑδωρ ζῶν. | |
| 11 |
λέγει αὐτῷ ἡ γυνή, Κύριε, οὐτε ἀντλημα ἐχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἐχεις τὸ ὑδωρ τὸ ζῶν; | |
| 12 |
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἐδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἐπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; | |
| 13 |
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων ἐκ τοῦ ὑδατος τούτου διψήσει πάλιν· | |
| 14 |
ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὑδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὑδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὑδατος ἀλλομένου εἰς ζωὴν αἰώνι ον. | |
| 15 |
λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὑδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. | |
| 16 |
Λέγει αὐτῇ, Ὕπαγε φώνησον τὸν ἀνδρα σου καὶ ἐλθὲ ἐνθάδε. | |
| 17 |
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ, Οὐκ ἐχω ἀνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἐχω· | |
| 18 |
πέντε γὰρ ἀνδρας ἐσχες, καὶ νῦν ὃν ἐχεις οὐκ ἐστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἰρηκας. | |
| 19 |
λέγει αὐτῷ ἡ γυνή, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. | |
| 20 |
οἱ πατέρες ἡμῶν ἐν τῷ ὀρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὁπου προσκυνεῖν δεῖ. | |
| 21 |
λέγει αὐτῇ ὁ Ἰησοῦς, Πίστευέ μοι, γύναι, ὅτι ἐρχεται ὡρα ὅτε οὐτε ἐν τῷ ὀρει τούτῳ οὐτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. | |
| 22 |
ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἰδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἰδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. | |
| 23 |
ἀλλὰ ἐρχεται ὡρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. | |
| 24 |
Πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. | |
| 25 |
λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσσίας ἐρχεται, ὁ λεγόμενος Χριστός· ὁταν ἐλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἀπαντα. | |
| 26 |
λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι. | |
| 27 |
Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, Τί ζητεῖς; ἠ, τί λαλεῖς μετ' αὐτῆς; | |
| 28 |
ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις, | |
| 29 |
Δεῦτε ἰδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὁσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; | |
| 30 |
ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἠρχοντο πρὸς αὐτόν. | |
| 31 |
Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, Ῥαββί, φάγε. | |
| 32 |
ὁ δὲ εἶπεν αὐτοῖς, Ἐγὼ βρῶσιν ἐχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἰδατε. | |
| 33 |
ἐλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἠνεγκεν αὐτῷ φαγεῖν; | |
| 34 |
λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἐργον. | |
| 35 |
οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἐρχετα; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἠδη | |
| 36 |
ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. | |
| 37 |
ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἀλλος ὁ θερίζων. | |
| 38 |
ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἀλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. | |
| 39 |
Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἂ ἐποίησα. | |
| 40 |
ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἐμεινεν ἐκεῖ δύο ἡμέρας. | |
| 41 |
καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, | |
| 42 |
τῇ τε γυναικὶ ἐλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἰδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου. | |
| 43 |
Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν· | The Healing of the Official's Son Jn.4.43-54 (Cana) -[ Jn.4.43-54 → ] - Mt.8.5-13, Lk.7.1-10 |
| 44 |
αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἐχει. | |
| 45 |
ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὁσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. | |
| 46 |
Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὁπου ἐποίησεν τὸ ὑδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ· | |
| 47 |
οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἡκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἠμελλεν γὰρ ἀποθνῄσκειν. | |
| 48 |
εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἰδητε, οὐ μὴ πιστεύσητε. | |
| 49 |
λέγει πρὸς αὐτὸν ὁ βασιλικός, Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. | |
| 50 |
λέγει αὐτῷ ὁ Ἰησοῦς, Πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. | |
| 51 |
ἠδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ. | |
| 52 |
ἐπύθετο οὖν τὴν ὡραν παρ' αὐτῶν ἐν ᾗ κομψότερον ἐσχεν· εἶπαν οὖν αὐτῷ ὅτι Ἐχθὲς ὡραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. | |
| 53 |
ἐγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὡρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὁλη. | |
| 54 |
Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. | |
| |
|
<< | ΙΝ:4 | >> |
|