| 10 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· | The Parable of the Sheepfold Jn.10.1-6 (Jerusalem) - | |
| 2 | ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. | ||
| 3 | τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἰδια πρόβατα φωνεῖ κατ' ὀνομα καὶ ἐξάγει αὐτά. | ||
| 4 | ὁταν τὰ ἰδια πάντα ἐκβάλῃ, ἐμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἰδασιν τὴν φωνὴν αὐτοῦ· | ||
| 5 | ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἰδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. | ||
| 6 | Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἐγνωσαν τίνα ἦν ἂ ἐλάλει αὐτοῖς. | ||
| 7 | Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. | Jesus the Good Shepherd Jn.10.7-21 (Jerusalem) - | |
| 8 | πάντες ὁσοι ἦλθον κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ' οὐκ ἠκουσαν αὐτῶν τὰ πρόβατα. | ||
| 9 | ἐγώ εἰμι ἡ θύρα· δῖ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. | ||
| 10 | ὁ κλέπτης οὐκ ἐρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἐχωσιν καὶ περισσὸν ἐχωσιν. | ||
| 11 | Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· | ||
| 12 | ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἐστιν τὰ πρόβατα ἰδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει - καὶ ὁ λύκος ἀρπάζει αὐτὰ καὶ σκορπίζει - | ||
| 13 | ὁτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. | ||
| 14 | Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, | ||
| 15 | καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. | ||
| 16 | καὶ ἀλλα πρόβατα ἐχω ἂ οὐκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν. | ||
| 17 | διὰ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. | ||
| 18 | οὐδεὶς αἰρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἐχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἐχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἐλαβον παρὰ του ' πατρός μου. | ||
| 19 | Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. | ||
| 20 | ἐλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἐχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετὲ; | ||
| 21 | ἀλλοι ἐλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἐστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαὶ; | ||
| 22 | Ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις· χειμὼν ἦν, | Jesus Rejected by the Jews Jn.10.22-42 (Jerusalem) - | |
| 23 | καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος. | ||
| 24 | ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἐλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἰρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. | ||
| 25 | ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἐργα ἂ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· | ||
| 26 | ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. | ||
| 27 | τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, | ||
| 28 | κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἀρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. | ||
| 29 | ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἀρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός. | ||
| 30 | ἐγὼ καὶ ὁ πατὴρ ἑν ἐσμεν. | ||
| 31 | Ἐβάστασαν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. | ||
| 32 | ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ ἐργα καλὰ ἐδειξα ὑμῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἐργον ἐμὲ λιθάζετὲ; | ||
| 33 | ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Περὶ καλοῦ ἐργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. | ||
| 34 | ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, οὐκ ἐστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, Θεοί ἐστε; | - I said, you are gods? Jn.10.34 - Ps.82.6 | |
| 35 | εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, | ||
| 36 | ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς θεοῦ εἰμὶ; | ||
| 37 | εἰ οὐ ποιῶ τὰ ἐργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· | ||
| 38 | εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἐργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί. | ||
| 39 | Ἐζήτουν αὐτὸν πάλιν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. | ||
| 40 | Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὁπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἐμεινεν ἐκεῖ. | ||
| 41 | καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἐλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὁσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. | ||
| 42 | καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ. | ||
| << | ΙΝ:10 | >> | |||
|---|---|---|---|