|
9 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ |
|
1 |
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. | The Healing of a Man Born Blind Jn.9.1-12 (Jerusalem) - |
2 |
καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Ῥαββί, τίς ἡμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; | |
3 |
ἀπεκρίθη Ἰησοῦς, Οὐτε οὗτος ἡμαρτεν οὐτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἐργα τοῦ θεοῦ ἐν αὐτῷ. | |
4 |
ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἐργα τοῦ πέμψαντός με ἑως ἡμέρα ἐστίν· ἐρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. | |
5 |
ὁταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. | |
6 |
ταῦτα εἰπὼν ἐπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς | |
7 |
καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται Ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. | |
8 |
Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἐλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; | |
9 |
ἀλλοι ἐλεγον ὅτι Οὗτός ἐστιν· ἀλλοι ἐλεγον, Οὐχί, ἀλλὰ ὁμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἐλεγεν ὅτι Ἐγώ εἰμι. | |
10 |
ἐλεγον οὖν αὐτῷ, Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; | |
11 |
ἀπεκρίθη ἐκεῖνος, Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νι ψάμενος ἀνέβλεψα. | |
12 |
καὶ εἶπαν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; λέγει, Οὐκ οἶδα. | |
13 |
Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. | The Pharisees Investigate the Healing Jn.9.13-34 (Jerusalem) - |
14 |
ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. | |
15 |
πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. | |
16 |
ἐλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, Οὐκ ἐστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἀλλοι ἐλεγον, Πῶς δύναται ἄνθρωπος ἀμαρτωλὸς τοιαῦτα σημεῖα πο ιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. | |
17 |
λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. | |
18 |
Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἑως ὁτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος | |
19 |
καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθὴ πῶς οὖν βλέπει ἀρτὶ; | |
20 |
ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· | |
21 |
πῶς δὲ νῦν βλέπει οὐκ οἰδαμεν, ἢ τίς ἠνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἰδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἐχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. | |
22 |
ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἠδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. | |
23 |
διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἐχει, αὐτὸν ἐπερωτήσατε. | |
24 |
Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ, Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἰδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἀμαρτωλός ἐστιν. | |
25 |
ἀπεκρίθη οὖν ἐκεῖνος, Εἰ ἀμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἀρτι βλέπω. | |
26 |
εἶπον οὖν αὐτῷ, Τί ἐποίησέν σοὶ πῶς ἠνοιξέν σου τοὺς ὀφθαλμούς; | |
27 |
ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἠδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαὶ; | |
28 |
καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον, Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· | |
29 |
ἡμεῖς οἰδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἰδαμεν πόθεν ἐστίν. | |
30 |
ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἰδατε πόθεν ἐστίν, καὶ ἠνοιξέν μου τοὺς ὀφθαλμούς. | |
31 |
οἰδαμεν ὅτι ἀμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. | |
32 |
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· | |
33 |
εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. | |
34 |
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Ἐν ἀμαρτίαις σὺ ἐγεννήθης ὁλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἐξω. | |
35 |
Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἐξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώποὺ; | Spiritual Blindness Jn.9.35-41 (Jerusalem) - |
36 |
ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; | |
37 |
εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. | |
38 |
ὁ δὲ ἐφη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. | |
39 |
καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. | |
40 |
Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; | |
41 |
εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἰχετε ἀμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ἀμαρτία ὑμῶν μένει. | |
|
|
<< | ΙΝ:9 | >> |
|