|
10 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ |
|
1 |
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· | The Parable of the Sheepfold Jn.10.1-6 (Jerusalem) - |
2 |
ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. | |
3 |
τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἰδια πρόβατα φωνεῖ κατ' ὀνομα καὶ ἐξάγει αὐτά. | |
4 |
ὁταν τὰ ἰδια πάντα ἐκβάλῃ, ἐμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἰδασιν τὴν φωνὴν αὐτοῦ· | |
5 |
ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἰδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. | |
6 |
Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἐγνωσαν τίνα ἦν ἂ ἐλάλει αὐτοῖς. | |
7 |
Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. | Jesus the Good Shepherd Jn.10.7-21 (Jerusalem) - |
8 |
πάντες ὁσοι ἦλθον κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ' οὐκ ἠκουσαν αὐτῶν τὰ πρόβατα. | |
9 |
ἐγώ εἰμι ἡ θύρα· δῖ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. | |
10 |
ὁ κλέπτης οὐκ ἐρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἐχωσιν καὶ περισσὸν ἐχωσιν. | |
11 |
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· | |
12 |
ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἐστιν τὰ πρόβατα ἰδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει - καὶ ὁ λύκος ἀρπάζει αὐτὰ καὶ σκορπίζει - | |
13 |
ὁτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. | |
14 |
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, | |
15 |
καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. | |
16 |
καὶ ἀλλα πρόβατα ἐχω ἂ οὐκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν. | |
17 |
διὰ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. | |
18 |
οὐδεὶς αἰρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἐχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἐχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἐλαβον παρὰ του ' πατρός μου. | |
19 |
Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. | |
20 |
ἐλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἐχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετὲ; | |
21 |
ἀλλοι ἐλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἐστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαὶ; | |
22 |
Ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις· χειμὼν ἦν, | Jesus Rejected by the Jews Jn.10.22-42 (Jerusalem) - |
23 |
καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος. | |
24 |
ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἐλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἰρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. | |
25 |
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἐργα ἂ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· | |
26 |
ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. | |
27 |
τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, | |
28 |
κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἀρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. | |
29 |
ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἀρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός. | |
30 |
ἐγὼ καὶ ὁ πατὴρ ἑν ἐσμεν. | |
31 |
Ἐβάστασαν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. | |
32 |
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ ἐργα καλὰ ἐδειξα ὑμῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἐργον ἐμὲ λιθάζετὲ; | |
33 |
ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Περὶ καλοῦ ἐργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. | |
34 |
ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, οὐκ ἐστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, Θεοί ἐστε; | - I said, you are gods? Jn.10.34 - Ps.82.6 |
35 |
εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, | |
36 |
ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς θεοῦ εἰμὶ; | |
37 |
εἰ οὐ ποιῶ τὰ ἐργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· | |
38 |
εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἐργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί. | |
39 |
Ἐζήτουν αὐτὸν πάλιν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. | |
40 |
Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὁπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἐμεινεν ἐκεῖ. | |
41 |
καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἐλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὁσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. | |
42 |
καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ. | |
|
|
<< | ΙΝ:10 | >> |
|