24 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
1 | τῇ δὲ μιᾷ τῶν σαββάτων ὀρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἂ ἡτοίμασαν ἀρώματα. | The Resurrection of Jesus Lk.24.1-12 (the garden) -[ Lk.24.1-12 → ] - Mk.28.1-10, Mk.16.1-8, Jn.20.1-10 | |
2 | εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, | ||
3 | εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ | Ἰησοῦ.||
4 | καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἀνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ. | ||
5 | ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; | ||
6 | μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἐτι ὢν ἐν τῇ Γαλιλαίᾳ, | ||
7 | λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἀμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. | ||
8 | καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, | ||
9 | καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἑνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. | ||
10 | ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου· καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἐλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. | ||
11 | καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς. | ||
12 | |||
13 | Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὀνομα Ἐμμαοῦς, | The Walk to Emmaus Lk.24.13-35 (Emmaus) -[ Lk.24.13-35 → ] - Mk.16.12-13 | |
14 | καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. | ||
15 | καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, | ||
16 | οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. | ||
17 | εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί. | ||
18 | ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἐγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; | ||
19 | καὶ εἶπεν αὐτοῖς, Ποῖὰ οἱ δὲ εἶπαν αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Nαζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἐργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, | ||
20 | ὁπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἀρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. | ||
21 | ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἀγει ἀφ' οὗ ταῦτα ἐγένετο. | ||
22 | ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς· γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον | ||
23 | καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. | ||
24 | καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὑτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. | ||
25 | καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· | ||
26 | οὐχὶ ταῦτα ἐδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; | ||
27 | καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. | ||
28 | Καὶ ἠγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι. | ||
29 | καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, Μεῖνον μεθ' ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἠδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. | ||
30 | καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ' αὐτῶν λαβὼν τὸν ἀρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· | ||
31 | αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἀφαντος ἐγένετο ἀπ' αὐτῶν. | ||
32 | καὶ εἶπαν πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν | ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;||
33 | καὶ ἀναστάντες αὐτῇ τῇ ὡρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ἠθροισμένους τοὺς ἑνδεκα καὶ τοὺς σὺν αὐτοῖς, | ||
34 | λέγοντας ὅτι ὀντως ἠγέρθη ὁ κύριος καὶ ὠφθη Σίμωνι. | ||
35 | καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἀρτου. | ||
36 | Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἐστη ἐν μέσῳ αὐτῶν | The Appearance to the Disciples Lk.24.36-49 (Jerusalem) -[ Lk.24.36-49 → ] - Mt.28.16-20, Mk.16.14-18, Jn.20.19-23, Ac.1.6-8 | |
37 | πτοηθέντες δὲ καὶ ἐμφοβοι γενόμενοι ἐδόκουν Πνεῦμα θεωρεῖν. | ||
38 | καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν; | ||
39 | ἰδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἰδετε, ὅτι Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἐχει καθὼς ἐμὲ θεωρεῖτε ἐχοντα. | ||
40 | ← | ||
41 | ἐτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς, Ἐχετέ τι βρώσιμον ἐνθάδὲ; | ||
42 | οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος· | ||
43 | καὶ λαβὼν ἐνώπιον αὐτῶν ἐφαγεν. | ||
44 | Εἶπεν δὲ πρὸς αὐτούς, Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἐτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ τοῖς προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. | ||
45 | τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς. | ||
46 | καὶ εἶπεν αὐτοῖς ὅτι Οὑτως γέγραπται παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, | ||
47 | καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἀφεσιν ἀμαρτιῶν εἰς πάντα τὰ ἐθνη - ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· | ||
48 | ὑμεῖς μάρτυρες τούτων. | ||
49 | καὶ | ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ' ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἑως οὗ ἐνδύσησθε ἐξ ὑψους δύναμιν.||
50 | Ἐξήγαγεν δὲ αὐτοὺς | ἑως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.The Ascension of Jesus Lk.24.50-53 (Bethany) - - Ac.1.6-11, Mk.16.19-20 | |
51 | καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ' αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. | ||
52 | καὶ αὐτοὶ | ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,||
53 | καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν. | ||
<< | ΛΚ:24 | |
---|