| 23 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
| 1 | Καὶ ἀναστὰν ἀπαν τὸ πλῆθος αὐτῶν ἠγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. | Jesus Brought Before Pilate Lk.23.1-5 (Jerusalem) -[ Lk.23.1-5 → ] - Mt.27.1-14, Mk.15.1-5, Jn.18.28-38 | |
| 2 | ἠρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, Τοῦτον εὑραμεν διαστρέφοντα τὸ ἐθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. | ||
| 3 | ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἐφη, Σὺ λέγεις. | ||
| 4 | ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὀχλους, Οὐδὲν εὑρίσκω αἰτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. | ||
| 5 | οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ' ὁλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἑως ὧδε. | ||
| 6 | Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν· | Jesus before Herod Lk.23.6-12 (Jerusalem) - | |
| 7 | καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὀντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. | ||
| 8 | ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἠλπιζέν τι σημεῖον ἰδεῖν ὑπ' αὐτοῦ γινόμενον. | ||
| 9 | ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. | ||
| 10 | εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. | ||
| 11 | ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. | ||
| 12 | ἐγένοντο δὲ φίλοι ὁ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ' ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἐχθρᾳ ὄντες πρὸς αὐτούς. | ||
| 13 | Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἀρχοντας καὶ τὸν λαὸν | Jesus Sentenced to Die Lk.23.13-25 (Jerusalem) -[ Lk.23.13-25 → ] - Mt.27.15-26, Mk.15.6-15, Jn.18.39-19.16 | |
| 14 | εἶπεν πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἰτιον ὧν κατηγορεῖτε κατ' αὐτοῦ, | ||
| 15 | ἀλλ' οὐδὲ Ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἀξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. | ||
| 16 | παιδεύσας οὖν αὐτὸν ἀπολύσω. | ||
| 17 | ἀνάγκην δὲ εῖχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. | ||
| 18 | ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν· | ||
| 19 | ὁστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ. | ||
| 20 | πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν· | ||
| 21 | οἱ δὲ ἐπεφώνουν λέγοντες, Σταύρου, σταύρου αὐτόν. | ||
| 22 | ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς,Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἰτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. | ||
| 23 | οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. | ||
| 24 | καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἰτημα αὐτῶν· | ||
| 25 | ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν. | ||
| 26 | Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ' ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπισθεν τοῦ Ἰησοῦ. | The Crucifixion of Jesus Lk.23.26-43 (Golgotha) -[ Lk.23.26-43 → ] - Mt.27.32-44, Mk.15.21-32, Jn.19.17-27 | |
| 27 | Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. | ||
| 28 | στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν, Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ' ἐμέ· πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, | ||
| 29 | ὁτι ἰδοὺ ἐρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἐθρεψαν. | ||
| 30 | τότε ἀρξονται λέγειν τοῖς ὄρεσιν, Πέσετε ἐφ' ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· | - Then they will begin to say to the mountains Lk.23.30 - Hs.10.8 | |
| 31 | ὁτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηταὶ; | ||
| 32 | Ἤγοντο δὲ καὶ ἑτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. | ||
| 33 | καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. | ||
| 34 | διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. | - Father, forgive them Lk.23.34 - Is.53.12, Ps.22.18 | |
| 35 | καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἀρχοντες λέγοντες, Ἄλλους ἐσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. | - scoffed at him, saying, He saved others Lk.23.35 - Ps.22.7 | |
| 36 | ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὀξος προσφέροντες αὐτῷ | ||
| 37 | καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. | ||
| 38 | ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ' αὐτῷ, | ||
| 39 | Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, Οὐχὶ σὺ εἶ ὁ Χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. | ||
| 40 | ἀποκριθεὶς δὲ ὁ ἑτερος ἐπιτιμῶν αὐτῷ ἐφη, Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; | ||
| 41 | καὶ ἡμεῖς μὲν δικαίως, ἀξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἀτοπον ἐπραξεν. | ||
| 42 | καὶ ἐλεγεν, Ἰησοῦ, μνήσθητί μου ὁταν ἐλθῃς εἰς τὴν βασιλείαν σου. | ||
| 43 | καὶ εἶπεν αὐτῷ, Ἀμήν σοι λέγω, σήμερον μετ' ἐμοῦ ἐσῃ ἐν τῷ παραδείσῳ. | ||
| 44 | Καὶ ἦν ἠδη ὡσεὶ ὡρα ἑκτη καὶ σκότος ἐγένετο ἐφ' ὁλην τὴν γῆν ἑως ὡρας ἐνάτης | The Death of Jesus Lk.23.44-49 (Golgotha) -[ Lk.23.44-49 → ] - Mt.27.45-56, Mk.15.33-41, Jn.19.28-30 | |
| 45 | τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. | ||
| 46 | καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν, Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. | - Father, into thy hands I commit my spirit! Lk.23.46 - Ps.31.5 | |
| 47 | Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. | ||
| 48 | καὶ πάντες οἱ συμπαραγενόμενοι ὀχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. | ||
| 49 | εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. | ||
| 50 | Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων ἀνὴρ ἀγαθὸς καὶ δίκαιος | The Burial of Jesus Lk.23.50-56 (the garden) -[ Lk.23.50-56 → ] - Mt.27.57-61, Mk.15.42-47, Jn.19.38-42 | |
| 51 | - οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, | ||
| 52 | οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, | ||
| 53 | καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἐθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὐπω κείμενος. | ||
| 54 | καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. | ||
| 55 | Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἱτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, | ||
| 56 | ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, | ||
| << | ΛΚ:23 | >> | |||
|---|---|---|---|