| 20 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
| 1 | Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὁστις ἐξῆλθεν ἀμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· | The Workers in the Vineyard Mt.20.1-16 (Borders of Samaria) - | |
| 2 | συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. | ||
| 3 | καὶ ἐξελθὼν περὶ τρίτην ὡραν εἶδεν ἀλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· | ||
| 4 | καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. | ||
| 5 | οἱ δὲ ἀπῆλθον. πάλιν ἐξελθὼν περὶ ἑκτην καὶ ἐνάτην ὡραν ἐποίησεν ὡσαύτως. | ||
| 6 | περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἀλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὁλην τὴν ἡμέραν ἀργοί; | ||
| 7 | λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. | ||
| 8 | ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἑως τῶν πρώτων. | ||
| 9 | καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὡραν ἐλαβον ἀνὰ δηνάριον. | ||
| 10 | καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἐλαβον ἀνὰ δηνάριον καὶ αὐτοί. | ||
| 11 | λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου | ||
| 12 | λέγοντες, Οὗτοι οἱ ἐσχατοι μίαν ὡραν ἐποίησαν, καὶ ἰσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. | ||
| 13 | ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοὶ; | ||
| 14 | ἆρον τὸ σὸν καὶ ὑπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. | ||
| 15 | οὐκ ἐξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμὶ; | ||
| 16 | Οὑτως ἐσονται οἱ ἐσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἐσχατοι. | ||
| 17 | Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα κατ' ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς, | A Third Time Jesus foretells His Death and Resurrection Mt.20.17-19 (Borders of Samaria) -[ Mt.20.17-19 → ] - Mk.10.32-34, Lk.18.31-34 | |
| 18 | Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, | ||
| 19 | καὶ παραδώσουσιν αὐτὸν τοῖς ἐθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. | ||
| 20 | Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ' αὐτοῦ. | The Request of James and John Mt.20.20-28 (Borders of Samaria) -[ Mt.20.20-28 → ] - Mk.10.35-45 | |
| 21 | ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. | ||
| 22 | ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐκ οἰδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῷ, Δυνάμεθα. | ||
| 23 | λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἐστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. | ||
| 24 | Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. | ||
| 25 | ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἰδατε ὅτι οἱ ἀρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. | ||
| 26 | οὐχ οὑτως ἐσται ἐν ὑμῖν· ἀλλ' ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἐσται ὑμῶν διάκονος, | ||
| 27 | καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἐσται ὑμῶν δοῦλος· | ||
| 28 | ὡσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. | ||
| 29 | Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὀχλος πολύς. | The Healing of Two Blind Men Mt.20.29-34 (Near Jericho) -[ Mt.20.29-34 → ] - Mk.10.46-52, Lk.18.35-43 | |
| 30 | καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἐκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, , υἱὸς Δαυίδ. | ||
| 31 | ὁ δὲ ὀχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἐκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυίδ. | ||
| 32 | καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, Τί θέλετε ποιήσω ὑμῖν; | ||
| 33 | λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. | ||
| 34 | σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἡψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ. | ||
| << | ΜΘ:20 | >> | |||
|---|---|---|---|