21 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
1 | Καὶ ὅτε ἠγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς | The Triumphal Entry into Jerusalem Mt.21.1-11 (Jerusalem) -[ Mt.21.1-11 → ] - Mk.11.1-11, Lk.19.28-38, Jn.12.12-19 | |
2 | λέγων αὐτοῖς, Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὀνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι. | ||
3 | καὶ ἐάν τις ὑμῖν εἰπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἐχει· εὐθὺς δὲ ἀποστελεῖ αὐτούς. | ||
4 | Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, | ||
5 | Εἴπατε τῇ θυγατρὶ σιών, Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. | - Tell the daughter of Zion Mt.21.5 - Is.62.11, Zch.9.9 | |
6 | πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς | ||
7 | ἠγαγον τὴν ὀνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπ' αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. | ||
8 | ὁ δὲ πλεῖστος ὀχλος ἐστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἀλλοι δὲ ἐκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. | ||
9 | οἱ δὲ ὀχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἐκραζον λέγοντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. | - Hosanna to the Son of David Mt.21.9 - Ps.118.26 | |
10 | καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα, Τίς ἐστιν οὗτος; | ||
11 | οἱ δὲ ὀχλοι ἐλεγον, Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας. | ||
12 | Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλού ντων τὰς περιστεράς, | The Cleansing of the Temple. Mt.21.12-17 (Jerusalem) -[ Mt.21.12-17 → ] - Mk.11.15-19, Lk.19.45-48, Jn.2.13-22 | |
13 | καὶ λέγει αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν. | - My house shall be called a house of prayer Mt.21.13 - Is.56.7, Is.60.7, Jr.7.11 | |
14 | Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. | ||
15 | ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἂ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν | ||
16 | καὶ εἶπαν αὐτῷ, Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; | - Out of the mouth of babes and sucklings Mt.21.16 - Ps.8.2 | |
17 | Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἐξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ. | ||
18 | Πρωῒ δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν. | The Cursing of the Fig Tree Mt.21.18-22 (Mount of Olives) -[ Mt.21.18-22 → ] - Mk.11.12-14, Mk.11.20-24 | |
19 | καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ' αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξ ηράνθη παραχρῆμα ἡ συκῆ. | ||
20 | καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες, Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; | ||
21 | ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἐχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὀρει τούτῳ εἰπητε, ἀρθητι κ αὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· | ||
22 | καὶ πάντα ὁσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε. | ||
23 | Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἐδωκεν τὴν ἐξου σίαν ταύτην; | The Authority of Jesus Questioned Mt.21.23-27 (Jerusalem) -[ Mt.21.23-27 → ] - Mk.11.27-33, Lk.20.1-8 | |
24 | ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἑνα, ὃν ἐὰν εἰπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· | ||
25 | τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες, Ἐὰν εἰπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; | ||
26 | ἐὰν δὲ εἰπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὀχλον, πάντες γὰρ ὡς προφήτην ἐχουσιν τὸν Ἰωάννην. | ||
27 | καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν, Οὐκ οἰδαμεν. ἐφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. | ||
28 | Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, Τέκνον, ὑπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι. | The Parable of the Two Sons Mt.21.28-32 (Jerusalem) - | |
29 | ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω, ὑστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. | ||
30 | προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. | ||
31 | τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν, Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. | ||
32 | ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὑστερον τοῦ πιστεῦσαι αὐτῷ. | ||
33 | Ἀλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπος ἦν οἰκοδεσπότης ὁστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. | The Parable of the Vineyard and the Tenants Mt.21.33-46 (Jerusalem) -[ Mt.21.33-46 → ] - Mk.12.1-12, Lk.20.9-19 | |
34 | ὅτε δὲ ἠγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. | ||
35 | καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἐδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. | ||
36 | πάλιν ἀπέστειλεν ἀλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. | ||
37 | ὑστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων, Ἐντραπήσονται τὸν υἱόν μου. | ||
38 | οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ. | ||
39 | καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἐξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. | ||
40 | ὁταν οὖν ἐλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; | ||
41 | λέγουσιν αὐτῷ, κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἀλλοις γεωργοῖς, οἱτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. | ||
42 | λέγει αὐτοῖς ὁ Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας: παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; | ||
43 | διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἐθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. | - the kingdom of God ... given to a nation producing the fruits Mt.21.43 - Ps.118.22-23 | |
44 | |||
45 | Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἐγνωσαν ὅτι περὶ αὐτῶν λέγει· | ||
46 | καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὀχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον. | ||
<< | ΜΘ:21 | >> |
---|